ΟΙ ΥΜΝΟΙ ΤΟΥ ΠΡΟΚΛΟΥ

Μετάφραση Σύγχρονη Ελληνική

ΕΙΣ ΗΛΙΟΝ
ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ
ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΙΣ ΘΕΟΥΣ
ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ
ΕΙΣ ΔΙΟΝΥΣΟΝ
ΕΙΣ ΑΘΗΝΑΝ ΠΟΛΥΜΗΤΙΝ
ΕΙΣ ΜΟΥΣΑΣ
ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΚΑΤΗΣ ΚΑΙ ΙΑΝΟΥ

ΕΙΣ ΗΛΙΟΝ

Κλύθι, πυρός νοερού βασιλεύ, χρυσήνιε Τιτάν,
κλύθι, φάους ταμία, ζωαρκέος, ώ άνα, πηγής
αυτός έχων κληίδα καί υλαίοις ενί κόσμοις
υψόθεν αρμονίης ρύμα πλούσιον εξοχετεύων.
κέκλυθι: μεσσατίην γάρ εών υπέρ αιθέρος έδρην
καί κόσμου κραδιαίον έχων εριφεγγέα κύκλον
πάντα τεής έπλησας εγερσινόοιο προνοίης.
ζωσάμενοι δέ πλάνητες αειθαλέας σέο πυρσούς
αιέν υπ‘ αλλήκτοισι καί ακαμάτοισι χορείαις
ζωογόνους πέμπουσιν επιχθονίοις ραθάμιγγας.
πάσα δ‘ υφ‘ υμετέρησι παλιννόστοισι διφρείαις
`Ωράων κατά θεσμόν ανεβλάστησε γενέθλη.
στοιχείων δ‘ ορυμαγδός επ‘ αλλήλοισιν ιόντων
παύσατο σείο φανέντος απ‘ αρρήτου γενετήρος.
σοί δ‘ υπό Μοιράων χορός είκαθεν αστυφέλικτος:
άψ δέ μεταστρωφώσιν αναγκαίης λίνον αίσης,
εύτε θέλεις: περί γάρ κρατέεις, περί δ‘ ίφι ανάσσεις.
σειρής δ‘ υμετέρης βασιλεύς θεοπειθέος οίμης
εξέθορεν Φοίβος: κιθάρη δ‘ υπό θέσκελα μέλπων
ευνάζει μέγα κύμα βαρυφλοίσβοιο γενέθλης.
σής δ‘ από μειλιχόδωρος αλεξικάκου θιασείης
Παιήων βλάστησεν, εήν δ‘ επέτασσεν υγείην,
πλήσας αρμονίης παναπήμονος ευρέα κόσμον.
σέ κλυτόν υμνείουσι Διωνύσοιο τοκήα:
ύλης δ‘ αύ νεάτοις ενί βένθεσιν εύιον “Αττην,
άλλοι δ‘ αβρόν “Αδωνιν επευφήμησαν αοιδαίς.
δειμαίνουσι δέ σείο θοής μάστιγος απειλήν
δαίμονες ανθρώπων δηλήμονες, αγριόθυμοι,
ψυχαίς ημετέραις δυεραίς κακά πορσύνοντες,
όφρ‘ αιεί κατά λαίτμα βαρυσμαράγου βιότοιο
σώματος οτλεύωσιν υπό ζυγόδεσμα πεσούσαι,
υψιτενούς δέ λάθοιντο πατρός πολυφεγγέος αυλής.
αλλά, θεών ώριστε, πυριστεφές, όλβιε δαίμον,
εικών παγγενέταο θεού, ψυχών αναγωγεύ,
κέκλυθι καί με κάθηρον αμαρτάδος αιέν απάσης:
δέχνυσο δ‘ ικεσίην πολυδάκρυον, εκ δέ με λυγρών
ρύεο κηλίδων, Ποινών δ‘ απάνευθε φυλάσσοις
πρηΰνων θοόν όμμα Δίκης, ή πάντα δέδορκεν.
αιεί δ‘ υμετέραισιν αλεξικάκοισιν αρωγαίς
ψυχή μέν φάος αγνόν εμή πολύολβον οπάζοις
αχλύν αποσκεδάσας ολεσίμβροτον, ιολόχευτον,
σώματι δ‘ αρτεμίην τε καί αγλαόδωρον υγείην,
ευκλείης τ‘ επίβησον εμέ, προγόνων τ‘ ενί θεσμοίς
Μουσάων ερασιπλοκάμων δώροισι μελοίμην.
όλβον δ‘ αστυφέλικτον απ‘ ευσεβίης ερατεινής,
εί κε θέλοις, δός, άναξ: δύνασαι δ‘ εά πάντα τελέσσαι
ρηιδίως: κρατερήν γάρ έχεις καί απείριτον αλκήν.
ει δέ τι μοιριδίοισιν, ελιξοπόροισιν ατράκτοις,
αστεροδινήτοις υπό νήμασιν ουλοόν άμμιν
έρχεται, αυτός έρυκε τεή μεγάλη τόδε ριπή.

ΕΙΣ ΑΦΡΟΔΙΤΗΝ

`Υμνέομεν σειρήν πολυώνυμον ‚Αφρογενείης
καί πηγήν μεγάλην βασιλήιον, ής άπο πάντες
αθάνατοι πτερόεντες ανεβλάστησαν “Ερωτες,
ών οι μέν νοεροίσιν οιστεύουσι βελέμνοις
ψυχάς, όφρα πόθων αναγώγια κέντρα λαβούσαι
μητέρος ισχανόωσιν ιδείν πυριφεγγέας αυλάς:
οι δέ πατρός βουλήσιν αλεξικάκοις τε προνοίαις
ιέμενοι γενεήσιν απείρονα κόσμον αέξειν
ψυχαίς ίμερον ώρσαν επιχθονίου βιότοιο.
άλλοι δέ γαμίων οάρων πολυειδέας οίμους
αιέν εποπτεύουσιν, όπως θνητής από φύτλης
αθάνατον τεύξωσι δυηπαθέων γένος ανδρών:
πάσιν δ‘ έργα μέμηλεν ερωτοτόκου Κυθερείης.
αλλά, θεά, πάντη γάρ έχεις αριήκοον ούας,
είτε περισφίγγεις μέγαν ουρανόν, ένθα σέ φασι
ψυχήν αενάοιο πέλειν κόσμοιο θεείην,
είτε καί επτά κύκλων υπέρ άντυγας αιθέρι ναίεις
σειραίς υμετέραις δυνάμεις προχέουσ‘ αδαμάστους,
κέκλυθι, καί πολύμοχθον εμήν βιότοιο πορείην
ιθύνοις σέο, πότνα, δικαιοτάτοισι βελέμνοις
ουχ οσίων παύουσα πόθων κρυόεσσαν ερωήν.

ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΙΣ ΘΕΟΥΣ

Κλύτε, θεοί, σοφίης ιερής οίηκας έχοντες,
οί ψυχάς μερόπων αναγώγιον αψάμενοι πύρ
έλκετ‘ ες αθανάτους, σκότιον κευθμώνα λιπούσας
ύμνων αρρήτοισι καθηραμένας τελετήσι.
κλύτε, σαωτήρες μεγάλοι, ζαθέων δ‘ από βίβλων
νεύσατ‘ εμοί φάος αγνόν αποσκεδάσαντες ομίχλην,
όφρα κεν εύ γνοίην θεόν άμβροτον ηδέ καί άνδρα:
μηδέ με ληθαίοις υπό χεύμασιν ουλοά ρέζων
δαίμων αιέν έχοι μακάρων απάνευθεν εόντα,
μή κρυερής γενέθλης ενί κύμασι πεπτωκυίαν
ψυχήν ουκ εθέλουσαν εμήν επί δηρόν αλάσθαι
Ποινή τις κρυόεσσα βίου δεσμοίσι πεδήση.
αλλά, θεοί, σοφίης εριλαμπέος ηγεμονήες,
κέκλυτ‘, επειγομένω δέ πρός υψιφόρητον αταρπόν
όργια καί τελετάς ιερών αναφαίνετε μύθων.

ΕΙΣ ΛΥΚΙΗΝ ΑΦΡΟΔΙΤΗΝ

Υμνέομεν Λυκίων βασιληίδα, Κουραφροδίτην,
ής ποτ‘ αλεξικάκοιο περιπλήθοντες αρωγής
πατρίδος ημετέρης θεοφράδμονες ηγεμονήες
ιερόν ιδρύσαντο κατά πτολίεθρον άγαλμα,
σύμβολ‘ έχον νοεροίο γάμου, νοερών υμεναίων.
Ηφαίστου πυρόεντος ιδ‘ ουρανίης ‚Αφροδίτης:
καί ε θεήν ονόμηναν ‚Ολύμπιον, ής διά κάρτος
πολλάκι μέν θανάτοιο βροτοφθόρον έκφυγον ιόν,
ες δ‘ αρετήν έχον όμμα: τελεσσιγόνων δ‘ από λέκτρων
έμπεδος αγλαόμητις ανασταχύεσκε γενέθλη,
πάντη δ‘ ηπιόδωρος έην βιότοιο γαλήνη.
αλλά καί ημετέρην υποδέχνυσο, πότνα, θυηλήν
ευεπίης: Λυκίων γάρ αφ‘ αίματός ειμι καί αυτός.
ψυχήν δ‘ άψ ανάειρον απ‘ αίσχεος ες πολύ κάλλος,
γηγενέος προφυγούσαν ολοίιον οίστρον ερωής.

ΕΙΣ ΔΙΟΝΥΣΟΝ

όσσ‘ είδον τεκέεσσιν εφημίξαντο τοκήες.
μονάδα γάρ σε τριούχον ιδών εσεβάσσατο κόσμος.
Πρόκλος εγώ γενόμην Λύκιος γένος, όν Συριανός
ενθάδ‘ αμοιβόν εής θρέψε διδασκαλίης.
ξυνός δ‘ αμφοτέρων όδε σώματα δέξατο τύμβος:
αίθε δέ καί ψυχάς χώρος έεις λελάχοι.
`Ρηγίνου μελάθροισι τόν ευαστήν Διόνυσον
δέρκεο, δεξιτερή χειρί κυπελλοφόρον,
ξανθήν μέν σφίγγοντα καρήατος αίθοπι κισσώ
χαίτην καί λαιή θυρσοφόρον παλάμη,
βαπτά δέ πέπλα φέροντα κατά χροός αίματι κόχλου
καί στικτήν νεβρίδων αμφικρεμή χλαμύδα.
αυτόν Βάκχον άνακτα δόμων έντοσθε δέδορκας
ευξείνων, ευχαίς ίλαον εσταότα.

ΕΙΣ ΑΘΗΝΑΝ ΠΟΛΥΜΗΤΙΝ

Κλύθί μευ, αιγιόχοιο Διός τέκος, η γενετήρος
πηγής εκπροθορούσα καί ακροτάτης από σειρής:
αρσενόθυμε, φέρασπι, μεγασθενές, οβριμοπάτρη,
Παλλάς, Τριτογένεια, δορυσσόε, χρυσεοπήληξ,
κέκλυθι: δέχνυσο δ
ύμνον εύφρονι, πότνια, θυμώ,
μηδ
αύτως ανέμοισιν εμόν ποτε μύθον εάσης,
η σοφίης πετάσασα θεοστιβέας πυλεώνας
καί χθονίων δαμάσασα θεημάχα φύλα Γιγάντων:
ή πόθον Ηφαίστοιο λιλαιομένοιο φυγούσα
παρθενίης εφύλαξας εής αδάμαντα χαλινόν:
ή κραδίην εσάωσας αμιστύλλευτον άνακτος
αιθέρος εν γυάλοισι μεριζομένου ποτέ Βάκχου
Τιτήνων υπό χερσί, πόρες δέ ε πατρί φέρουσα,
όφρα νέος βουλήσιν υπ‘ αρρήτοισι τοκήος
εκ Σεμέλης περί κόσμον ανηβήση Διόνυσος:
ής πέλεκυς, θήρεια ταμών προθέλυμνα κάρηνα,
πανδερκούςΕκάτης παθέων ηύνησε γενέθλην:
ή κράτος ήραο σεμνόν εγερσιβρότων αρετάων:
ή βίοτον κόσμησας όλον πολυειδέσι τέχναις
δημιοεργείην νοερήν ψυχαίσι βαλούσα:
ή λάχες ακροπόληα καθ
υψιλόφοιο κολώνης,
σύμβολον ακροτάτης μεγάλης σέο, πότνια, σειρής:
ή χθόνα βωτιάνειραν εφίλαο, μητέρα βίβλων,
πατροκασιγνήτοιο βιησαμένη πόθον ιρόν,
ούνομα δ
άστεϊ δώκας έχειν σέο καί φρένας εσθλάς:
ένθα μάχης αρίδηλον υπό σφυρόν ούρεος άκρον
σήμα καί οψιγόνοισιν ανεβλάστησας ελαίην,
εύτ
επί Κεκροπίδησι Ποσειδάωνος αρωγή
μυρίον εκ πόντοιο κυκώμενον ήλυθε κύμα,
πάντα πολυφλοίσβοισιν εοίς ρεέθροισιν ιμάσσον.
κλύθί μευ, η φάος αγνόν απαστράπτουσα προσώπου:
δός δέ μοι όλβιον όρμον αλωομένω περί γαίαν,
δός ψυχή φάος αγνόν απ
ευιέρων σέο μύθων
καί σοφίην καί έρωτα: μένος δ
έμπνευσον έρωτι
τοσσάτιον καί τοίον, όσον χθονίων από κόλπων
αύ ερύση πρός
Ολυμπον ες ήθεα πατρός εήος.
ει δέ τις αμπλακίη με κακή βιότοιο δαμάζει

οίδα γάρ, ως πολλοίσιν ερίχθομαι άλλοθεν άλλαις
πρήξεσιν ουχ οσίαις, τάς ήλιτον άφρονι θυμώ
,
ίλαθι, μειλιχόβουλε, σαόμβροτε, μηδέ μ
εάσης
ριγεδαναίς Ποιναίσιν έλωρ καί κύρμα γενέσθαι
κείμενον εν δαπέδοισιν, ότι τεός εύχομαι είναι.
δός γυίοις μελέων σταθερήν καί απήμον
υγείην,
σαρκοτακών δ
απέλαυνε πικρών αγελάσματα νούσων,
ναί, λίτομαι, βασίλεια, καί αμβροσίη σέο χειρί
παύσον όλην κακότητα μελαινάων οδυνάων.
δός βιότω πλώοντι γαληνιόωντας αήτας,
τέκνα, λέχος, κλέος, όλβον, ευφροσύνην ερατεινήν,
πειθώ, στωμυλίην φιλίης, νόον αγκυλομήτην,
κάρτος επ
αντιβίοισι, προεδρίην ενί λαοίς.
κέκλυθι, κέκλυθ
άνασσα: πολύλλιστος δέ σικάνω
χρειοί αναγκαίη: σύ δέ μείλιχον ούας υπόσχες.

ΕΙΣ ΜΟΥΣΑΣ

`Υμνέομεν, μερόπων αναγώγιον υμνέομεν φώς,
εννέα θυγατέρας μεγάλου Διός αγλαοφώνους,
αί ψυχάς κατά βένθος αλωομένας βιότοιο
αχράντοις τελετήσιν εγερσινόων από βίβλων
γηγενέων ρύσαντο δυσαντήτων οδυνάων
καί σπεύδειν εδίδαξαν υπέρ βαθυχεύμονα λήθην
ίχνος έχειν, καθαράς δέ μολείν ποτί σύννομον άστρον,
ένθεν απεπλάγχθησαν, ότ‘ ες γενεθλήιον ακτήν
κάππεσον, υλοτραφέσσι περί κλήροισι μανείσαι.
αλλά, θεαί, καί εμείο πολυπτοίητον ερωήν
παύσατε καί νοεροίς με σοφών βακχεύσατε μύθοις:
μηδέ μ‘ αποπλάγξειεν αδεισιθέων γένος ανδρών
ατραπιτού ζαθέης, εριφεγγέος, αγλαοκάρπου,
αιεί δ‘ εξ ομάδοιο πολυπλάγκτοιο γενέθλης
έλκετ‘ εμήν ψυχήν παναλήμονα πρός φάος αγνόν,
υμετέρων βρίθουσαν αεξινόων από σίμβλων
καί κλέος ευεπίης φρενοθελγέος αιέν έχουσαν.

ΥΜΝΟΣ ΚΟΙΝΟΣ ΕΚΑΤΗΣ ΚΑΙ ΙΑΝΟΥ

Χαίρε, θεών μήτερ, πολυώνυμε, καλλιγένεθλε:
χαίρ‘, Εκάτη προθύραιε, μεγασθενές. αλλά καί αυτός
χαίρ‘, “Ιανε προπάτορ, Ζεύ άφθιτε: χαίρ‘, ύπατε Ζεύ.
τεύχετε δ‘ αιγλήεσσαν εμού βιότοιο πορείην
βριθομένην αγαθοίσι, κακάς δ‘ απελαύνετε νούσους
εκ ρεθέων, ψυχήν δέ περί χθονί μαργαίνουσαν
έλκετ‘ εγερσινόοισι καθηραμένην τελετήσι.
ναί, λίτομαι, δότε χείρα, θεοφραδέας τε κελεύθους
δείξατέ μοι χατέοντι. φάος δ‘ ερίτιμον αθρήσω,
κυανέης όθεν έστι φυγείν κακότητα γενέθλης.
ναί, λίτομαι, δότε χείρα, καί υμετέροισιν αήταις
όρμον ες ευσεβίης με πελάσσατε κεκμηώτα.
χαίρε, θεών μήτερ, πολυώνυμε, καλλιγένεθλε:
χαίρ‘,Εκάτη προθύραιε, μεγασθενές. αλλά καί αυτός
χαίρ‘, “Ιανε προπάτορ, Ζεύ άφθιτε: χαίρ‘, ύπατε Ζεύ.

Advertisements