ΟΙ ΥΜΝΟΙ ΤΟΥ ΚΑΛΛΙΜΑΧΟΥ

Μετάφραση Σύγχρονη Ελληνική

Καλλιμάχου Ύμνοι

ΕΙΣ ΑΠΟΛΛΩΝΑ
ΕΙΣ ΔΗΛΟΝ
ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ
ΕΙΣ ΔΗΜΗΤΡΑ
ΕΙΣ ΔΙΑ
ΕΙΣ ΑΡΤΕΜΙΝ

 
ΕΙΣ ΑΠΟΛΛΩΝΑ

Οίον ο τωπόλλωνος εσείσατο δάφνινος όρπηξ,
οία δ‘ όλον τό μέλαθρον: εκάς εκάς όστις αλιτρός.
καί δή που τά θύρετρα καλώ ποδί Φοίβος αράσσει:
ουχ οράας; επένευσεν ο Δήλιος ηδύ τι φοίνιξ
εξαπίνης, ο δέ κύκνος εν ηέρι καλόν αείδει.
αυτοί νύν κατοχήες ανακλίνασθε πυλάων,
αυταί δέ κληίδες: ο γάρ θεός ουκέτι μακρήν:
οι δέ νέοι μολπήν τε καί ες χορόν εντύνασθε.
ωπόλλων ου παντί φαείνεται, αλλ‘ ότις εσθλός:
ός μιν ίδη, μέγας ούτος, ός ουκ ίδε, λιτός εκείνος.
οψόμεθ‘, ώ Εκάεργε, καί εσσόμεθ‘ ούποτε λιτοί.
μήτε σιωπηλήν κίθαριν μήτ‘ άψοφον ίχνος
τού Φοίβου τούς παίδας έχειν επιδημήσαντος,
ει τελέειν μέλλουσι γάμον πολιήν τε κερείσθαι,
εστήξειν δέ τό τείχος επ‘ αρχαίοισι θεμέθλοις.
ηγασάμην τούς παίδας, επεί χέλυς ουκέτ‘ αεργός.
ευφημείτ‘ αίοντες επ‘ ‚Απόλλωνος αοιδή.
ευφημεί καί πόντος, ότε κλείουσιν αοιδοί
ή κίθαριν ή τόξα, Λυκωρέος έντεα Φοίβου.
ουδέ Θέτις ‚Αχιλήα κινύρεται αίλινα μήτηρ,
οππόθ‘ ιή παιήον ιή παιήον ακούση.
καί μέν ο δακρυόεις αναβάλλεται άλγεα πέτρος,
όστις ενί Φρυγίη διερός λίθος εστήρικται,
μάρμαρον αντί γυναικός οϊζυρόν τι χανούσης.
ιή ιή φθέγγεσθε: κακόν μακάρεσσιν ερίζειν.
ός μάχεται μακάρεσσιν, εμώ βασιλήι μάχοιτο:
όστις εμώ βασιλήι, καί ‚Απόλλωνι μάχοιτο.
τόν χορόν ωπόλλων, ό τι οι κατά θυμόν αείδει,
τιμήσει: δύναται γάρ, επεί Διί δεξιός ήσται.
ουδ‘ ο χορός τόν Φοίβον εφ‘ έν μόνον ήμαρ αείσει,
έστι γάρ εύυμνος: τίς άν ου ρέα Φοίβον αείδοι;
χρύσεα τωπόλλωνι τό τ‘ ενδυτόν ή τ‘ επιπορπίς
ή τε λύρη τό τ‘ άεμμα τό Λύκτιον ή τε φαρέτρη,
χρύσεα καί τά πέδιλα: πολύχρυσος γάρ ‚Απόλλων
καί πουλυκτέανος: Πυθώνί κε τεκμήραιο.
καί μέν αεί καλός καί αεί νέος: ούποτε Φοίβου
θηλείαις ουδ‘ όσσον επί χνόος ήλθε παρειαίς,
αι δέ κόμαι θυόεντα πέδω λείβουσιν έλαια:
ου λίπος ‚Απόλλωνος αποστάζουσιν έθειραι,
αλλ‘ αυτήν πανάκειαν: εν άστεϊ δ‘ ώ κεν εκείναι
πρώκες έραζε πέσωσιν, ακήρια πάντ‘ εγένοντο.
τέχνη δ‘ αμφιλαφής ούτις τόσον όσσον ‚Απόλλων:
κείνος οϊστευτήν έλαχ‘ ανέρα, κείνος αοιδόν
(Φοίβω γάρ καί τόξον επιτρέπεται καί αοιδή),
κείνου δέ θριαί καί μάντιες: εκ δέ νυ Φοίβου
ιητροί δεδάασιν ανάβλησιν θανάτοιο.
Φοίβον καί Νόμιον κικλήσκομεν εξέτι κείνου,
εξότ‘ επ‘ ‚Αμφρυσσώ ζευγίτιδας έτρεφεν ίππους
ηιθέου υπ‘ έρωτι κεκαυμένος ‚Αδμήτοιο.
ρείά κε βουβόσιον τελέθοι πλέον, ουδέ κεν αίγες
δεύοιντο βρεφέων επιμηλάδες, ήσιν ‚Απόλλων
βοσκομένησ‘ οφθαλμόν επήγαγεν: ουδ‘ αγάλακτες
οίιες ουδ‘ άκυθοι, πάσαι δέ κεν είεν ύπαρνοι,
η δέ κε μουνοτόκος διδυμητόκος αίψα γένοιτο.
Φοίβω δ‘ εσπόμενοι πόλιας διεμετρήσαντο
άνθρωποι: Φοίβος γάρ αεί πολίεσσι φιληδεί
κτιζομένησ‘, αυτός δέ θεμείλια Φοίβος υφαίνει.
τετραέτης τά πρώτα θεμείλια Φοίβος έπηξε
καλή εν ‚Ορτυγίη περιηγέος εγγύθι λίμνης.
“Αρτεμις αγρώσσουσα καρήατα συνεχές αιγών
Κυνθιάδων φορέεσκεν, ο δ‘ έπλεκε βωμόν ‚Απόλλων,
δείματο μέν κεράεσσιν εδέθλια, πήξε δέ βωμόν
εκ κεράων, κεραούς δέ πέριξ υπεβάλλετο τοίχους.
ώδ‘ έμαθεν τά πρώτα θεμείλια Φοίβος εγείρειν.
Φοίβος καί βαθύγειον εμήν πόλιν έφρασε Βάττω
καί Λιβύην εσιόντι κόραξ ηγήσατο λαώ,
δεξιός οικιστήρι, καί ώμοσε τείχεα δώσειν
ημετέροις βασιλεύσιν: αεί δ‘ εύορκος ‚Απόλλων.
ώπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι,
πολλοί δέ Κλάριον, πάντη δέ τοι ούνομα πουλύ:
αυτάρ εγώ Καρνείον: εμοί πατρώιον ούτω.
Σπάρτη τοι, Καρνείε, τόδε πρώτιστον έδεθλον,
δεύτερον αύ Θήρη, τρίτατόν γε μέν άστυ Κυρήνης.
εκ μέν σε Σπάρτης έκτον γένος Οιδιπόδαο
ήγαγε Θηραίην ες απόκτισιν: εκ δέ σε Θήρης
ούλος ‚Αριστοτέλης ‚Ασβυστίδι πάρθετο γαίη,
δείμε δέ τοι μάλα καλόν ανάκτορον, εν δέ πόληι
θήκε τελεσφορίην επετήσιον, ή ένι πολλοί
υστάτιον πίπτουσιν επ‘ ισχίον, ώ άνα, ταύροι.
ιή ιή Καρνείε πολύλλιτε, σείο δέ βωμοί
άνθεα μέν φορέουσιν εν είαρι τόσσα περ ‚~Ωραι
ποικίλ‘ αγινεύσι ζεφύρου πνείοντος εέρσην,
χείματι δέ κρόκον ηδύν: αεί δέ τοι αέναον πύρ,
ουδέ ποτε χθιζόν περιβόσκεται άνθρακα τέφρη.
ή ρ‘ εχάρη μέγα Φοίβος, ότε ζωστήρες ‚Ενυούς
ανέρες ωρχήσαντο μετά ξανθήσι Λιβύσσης,
τέθμιαι εύτέ σφιν Καρνειάδες ήλυθον ώραι.
οι δ‘ ούπω πηγήσι Κύρης εδύναντο πελάσσαι
Δωριέες, πυκινήν δέ νάπησ‘ “Αζιλιν έναιον.
τούς μέν άναξ ίδεν αυτός, εή δ‘ επεδείξατο νύμφη
στάς επί Μυρτούσσης κερατώδεος, ήχι λέονταΥψηίς κατέπεφνε βοών σίνιν Ευρυπύλοιο.
ου κείνου χορόν είδε θεώτερον άλλον ‚Απόλλων,
ουδέ πόλει τόσ‘ ένειμεν οφέλσιμα, τόσσα Κυρήνη,
μνωόμενος προτέρης αρπακτύος. ουδέ μέν αυτοί
Βαττιάδαι Φοίβοιο πλέον θεόν άλλον έτισαν.
ιή ιή παιήον ακούομεν, ούνεκα τούτο
Δελφός τοι πρώτιστον εφύμνιον εύρετο λαός,
ήμος εκηβολίην χρυσέων επεδείκνυσο τόξων.
Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ,
αινός όφις. τόν μέν σύ κατήναρες άλλον επ‘ άλλω
βάλλων ωκύν οϊστόν, επηΰτησε δέ λαός:
‘ιή ιή παιήον, ίει βέλος, ευθύ σε μήτηρ
γείνατ‘ αοσσητήρα’: τό δ‘ εξέτι κείθεν αείδη.
ο Φθόνος ‚Απόλλωνος επ‘ ούατα λάθριος είπεν:
‘ουκ άγαμαι τόν αοιδόν ός ουδ‘ όσα πόντος αείδει.’
τόν Φθόνον ωπόλλων ποδί τ‘ ήλασεν ώδέ τ‘ έειπεν:
‘’Ασσυρίου ποταμοίο μέγας ρόος, αλλά τά πολλά
λύματα γής καί πολλόν εφ‘ ύδατι συρφετόν έλκει.
Δηοί δ‘ ουκ από παντός ύδωρ φορέουσι μέλισσαι,
αλλ‘ ήτις καθαρή τε καί αχράαντος ανέρπει
πίδακος εξ ιερής ολίγη λιβάς άκρον άωτον.’
χαίρε, άναξ: ο δέ Μώμος, ίν‘ ο Φθόνος, ένθα νέοιτο.

ΕΙΣ ΔΗΛΟΝ

Τήν ιερήν, ώ θυμέ, τίνα χρόνον †ηποτ† αείσεις
Δήλον ‚Απόλλωνος κουροτρόφον; ή μέν άπασαι
Κυκλάδες, αί νήσων ιερώταται ειν αλί κείνται,
εύυμνοι: Δήλος δ‘ εθέλει τά πρώτα φέρεσθαι
εκ Μουσέων, ότι Φοίβον αοιδάων μεδέοντα
λούσέ τε καί σπείρωσε καί ως θεόν ήνεσε πρώτη.
ως Μούσαι τόν αοιδόν ό μή Πίμπλειαν αείση
έχθουσιν, τώς Φοίβος ότις Δήλοιο λάθηται.
Δήλω νύν οίμης αποδάσσομαι, ως άν ‚Απόλλων
Κύνθιος αινήση με φίλης αλέγοντα τιθήνης.
κείνη δ‘ ηνεμόεσσα καί άτροπος †οίά θ’† αλιπλήξ
αιθυίης καί μάλλον επίδρομος ηέπερ ίπποις
πόντω ενεστήρικται: ο δ‘ αμφί ε πουλύς ελίσσων
‚Ικαρίου πολλήν απομάσσεται ύδατος άχνην:
τώ σφε καί ιχθυβολήες αλίπλοοι εννάσσαντο.
αλλά οι ου νεμεσητόν ενί πρώτησι λέγεσθαι,
οππότ‘ ες ‚Ωκεανόν τε καί ες Τιτηνίδα Τηθύν
νήσοι αολλίζονται, αεί δ‘ έξαρχος οδεύει.
η δ‘ όπιθεν Φοίνισσα μετ‘ ίχνια Κύρνος οπηδεί
ουκ ονοτή καί Μάκρις ‚Αβαντιάς ‚Ελλοπιήων
Σαρδώ θ‘ ιμερόεσσα καί ήν επενήξατο Κύπρις
εξ ύδατος τά πρώτα, σαοί δέ μιν αντ‘ επιβάθρων.
κείναι μέν πύργοισι περισκεπέεσσιν ερυμναί,
Δήλος δ‘ ‚Απόλλωνι: τί δέ στιβαρώτερον έρκος;
τείχεα μέν καί λάες υπό ριπής κε πέσοιεν
Στρυμονίου βορέαο: θεός δ‘ αεί αστυφέλικτος:
Δήλε φίλη, τοίός σε βοηθόος αμφιβέβηκεν.
ει δέ λίην πολέες σε περιτροχόωσιν αοιδαί,
ποίη ενιπλέξω σε; τί τοι θυμήρες ακούσαι;
ή ως τά πρώτιστα μέγας θεός ούρεα θείνων
άορι τριγλώχινι τό οι Τελχίνες έτευξαν
νήσους ειναλίας ειργάζετο, νέρθε δέ πάσας
εκ νεάτων ώχλισσε καί εισεκύλισε θαλάσση;
καί τάς μέν κατά βυσσόν, ίν‘ ηπείροιο λάθωνται,
πρυμνόθεν ερρίζωσε: σέ δ‘ ουκ έθλιψεν ανάγκη,
αλλ‘ άφετος πελάγεσσιν επέπλεες: ούνομα δ‘ ήν τοι
‚Αστερίη τό παλαιόν, επεί βαθύν ήλαο τάφρον
ουρανόθεν φεύγουσα Διός γάμον αστέρι ίση.
τόφρα μέν ούπω τοι χρυσέη επεμίσγετο Λητώ,
τόφρα δ‘ έτ‘ ‚Αστερίη σύ καί ουδέπω έκλεο Δήλος.
πολλάκι σε Τροιζήνος από †ξάνθοιο πολίχνης
ερχόμενοι ‚Εφύρηνδε Σαρωνικού ένδοθι κόλπου
ναύται επεσκέψαντο, καί εξ ‚Εφύρης ανιόντες
οι μέν έτ‘ ουκ ίδον αύθι, σύ δέ στεινοίο παρ‘ οξύν
έδραμες Ευρίποιο πόρον καναχηδά ρέοντος,
Χαλκιδικής δ‘ αυτήμαρ ανηναμένη αλός ύδωρ
μέσφ‘ ες ‚Αθηναίων προσενήξαο Σούνιον άκρον
ή Χίον ή νήσοιο διάβροχον ύδατι μαστόν
Παρθενίης (ούπω γάρ έην Σάμος), ήχί σε νύμφαι
γείτονες ‚Αγκαίου Μυκαλησσίδες εξείνισσαν.
ηνίκα δ‘ ‚Απόλλωνι γενέθλιον ούδας υπέσχες,
τούτό τοι αντημοιβόν αλίπλοοι ούνομ‘ έθεντο,
ούνεκεν ουκέτ‘ άδηλος επέπλεες, αλλ‘ ενί πόντου
κύμασιν Αιγαίοιο ποδών ενεθήκαο ρίζας.
ουδ‘ “Ηρην κοτέουσαν υπέτρεσας: η μέν απάσαις
δεινόν επεβρωμάτο λεχωίσιν αί Διί παίδας
εξέφερον, Λητοί δέ διακριδόν, ούνεκα μούνη
Ζηνί τεκείν ήμελλε φιλαίτερον “Αρεος υία.
τώ ρα καί αυτή μέν σκοπιήν έχεν αιθέρος είσω
σπερχομένη μέγα δή τι καί ου φατόν, είργε δέ Λητώ
τειρομένην ωδίσι: δύω δέ οι είατο φρουροί
γαίαν εποπτεύοντες, ο μέν πέδον ηπείροιο
ήμενος υψηλής κορυφής έπι Θρήικος Αίμου
θούρος “Αρης εφύλασσε σύν έντεσι, τώ δέ οι ίππω
επτάμυχον βορέαο παρά σπέος ηυλίζοντο:
η δ‘ επί νησάων ετέρη σκοπός αιπειάων
ήστο κόρη Θαύμαντος επαΐξασα Μίμαντι.
ένθ‘ οι μέν πολίεσσιν όσαις επεβάλλετο Λητώ
μίμνον απειλητήρες, απετρώπων δέ δέχεσθαι.
φεύγε μέν ‚Αρκαδίη, φεύγεν δ‘ όρος ιερόν Αύγης
Παρθένιον, φεύγεν δ‘ ο γέρων μετόπισθε Φενειός,
φεύγε δ‘ όλη Πελοπηΐς όση παρακέκλιται ‚Ισθμώ,
έμπλην Αιγιαλού γε καί “Αργεος: ου γάρ εκείνας
ατραπιτούς επάτησεν, επεί λάχεν “Ιναχον “Ηρη.
φεύγε καί ‚Αονίη τόν ένα δρόμον, αι δ‘ εφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος έχουσαι
‚Ισμηνού χέρα πατρός, ο δ‘ είπετο πολλόν όπισθεν
‚Ασωπός βαρύγουνος, επεί πεπάλακτο κεραυνώ.
η δ‘ υποδινηθείσα χορού απεπαύσατο νύμφη
αυτόχθων Μελίη καί υπόχλοον έσχε παρειήν
ήλικος ασθμαίνουσα περί δρυός, ως ίδε χαίτην
σειομένην Ελικώνος. εμαί θεαί είπατε Μούσαι,
ή ρ‘ ετεόν εγένοντο τότε δρύες ηνίκα Νύμφαι;
‘Νύμφαι μέν χαίρουσιν, ότε δρύας όμβρος αέξει,
Νύμφαι δ‘ αύ κλαίουσιν, ότε δρυσί μηκέτι φύλλα.’
ταίς μέν έτ‘ ‚Απόλλων υποκόλπιος αινά χολώθη,
φθέγξατο δ‘ ουκ ατέλεστον απειλήσας επί Θήβη:
‘Θήβη τίπτε τάλαινα τόν αυτίκα πότμον ελέγχεις;
μήπω μή μ‘ αέκοντα βιάζεο μαντεύεσθαι.
ούπω μοι Πυθώνι μέλει τριποδήιος έδρη,
ουδέ τί πω τέθνηκεν όφις μέγας, αλλ‘ έτι κείνο
θηρίον αινογένειον από Πλειστοίο καθέρπον
Παρνησόν νιφόεντα περιστέφει εννέα κύκλοις:
αλλ‘ έμπης ερέω τι τομώτερον ή από δάφνης.
φεύγε πρόσω: ταχινός σε κιχήσομαι αίματι λούσων
τόξον εμόν: σύ δέ τέκνα κακογλώσσοιο γυναικός
έλλαχες. ου σύ γ‘ εμείο φίλη τροφός ουδέ Κιθαιρών
έσσεται: ευαγέων δέ καί ευαγέεσσι μελοίμην.’
ώς άρ‘ έφη. Λητώ δέ μετάτροπος αύτις εχώρει.
αλλ‘ ότ‘ ‚Αχαιιάδες μιν απηρνήσαντο πόληες
ερχομένην,Ελίκη τε Ποσειδάωνος εταίρη
Βούρά τε Δεξαμενοίο βοόστασις Οικιάδαο,
άψ δ‘ επί Θεσσαλίην πόδας έτρεπε: φεύγε δ‘ “Αναυρος
καί μεγάλη Λάρισα καί αι Χειρωνίδες άκραι,
φεύγε δέ καί Πηνειός ελισσόμενος διά Τεμπέων:
“Ηρη, σοί δ‘ έτι τήμος ανηλεές ήτορ έκειτο
ουδέ κατεκλάσθης τε καί ώκτισας, ηνίκα πήχεις
αμφοτέρους ορέγουσα μάτην εφθέγξατο τοία:
‘Νύμφαι Θεσσαλίδες, ποταμού γένος, είπατε πατρί
κοιμήσαι μέγα χεύμα, περιπλέξασθε γενείω
λισσόμεναι τά Ζηνός εν ύδατι τέκνα τεκέσθαι.
Πηνειέ Φθιώτα, τί νύν ανέμοισιν ερίζεις;
ώ πάτερ, ου μήν ίππον αέθλιον αμφιβέβηκας.
ή ρά τοι ώδ‘ αιεί ταχινοί πόδες, ή επ‘ εμείο
μούνον ελαφρίζουσι, πεποίησαι δέ πέτεσθαι
σήμερον εξαπίνης; ο δ‘ ανήκοος. ώ εμόν άχθος,
ποί σε φέρω; μέλεοι γάρ απειρήκασι τένοντες.
Πήλιον ώ Φιλύρης νυμφήιον, αλλά σύ μείνον,
μείνον, επεί καί θήρες εν ούρεσι πολλάκι σείο
ωμοτόκους ωδίνας απηρείσαντο λέαιναι.’
τήν δ‘ άρα καί Πηνειός αμείβετο δάκρυα λείβων:
‘Λητοί, ‚Αναγκαίη μεγάλη θεός. ου γάρ έγωγε
πότνια σάς ωδίνας αναίνομαι (οίδα καί άλλας
λουσαμένας απ‘ εμείο λεχωίδας): αλλά μοι “Ηρη
δαψιλές ηπείλησεν. απαύγασαι, οίος έφεδρος
ούρεος εξ υπάτου σκοπιήν έχει, ός κέ με ρεία
βυσσόθεν εξερύσειε. τί μήσομαι; ή απολέσθαι
ηδύ τί τοι Πηνειόν; ίτω πεπρωμένον ήμαρ:
τλήσομαι είνεκα σείο, καί ει μέλλοιμι ροάων
διψαλέην άμπωτιν έχων αιώνιον έρρειν
καί μόνος εν ποταμοίσιν ατιμότατος καλέεσθαι.
ηνίδ‘ εγώ: τί περισσά; κάλει μόνον Ειλήθυιαν.’
είπε καί ηρώησε μέγαν ρόον. αλλά οι “Αρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν αείρας
εμβαλέειν δίνησιν, αποκρύψαι δέ ρέεθρα:
υψόθε δ‘ εσμαράγησε καί ασπίδα τύψεν ακωκή
δούρατος: η δ‘ ελέλιξεν ενόπλιον: έτρεμε δ‘ “Οσσης
ούρεα καί πεδίον Κραννώνιον αί τε δυσαείς
εσχατιαί Πίνδοιο, φόβω δ‘ ωρχήσατο πάσα
Θεσσαλίη: τοίος γάρ απ‘ ασπίδος έβραμεν ήχος.
ως δ‘, οπότ‘ Αιτναίου όρεος πυρί τυφομένοιο
σείονται μυχά πάντα, κατουδαίοιο γίγαντος
εις ετέρην Βριαρήος επωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν υφ‘ Ηφαίστοιο πυράγρης
έργα θ‘ ομού, δεινόν δέ πυρίκμητοί τε λέβητες
καί τρίποδες πίπτοντες επ‘ αλλήλοις ιαχεύσιν,
τήμος έγεντ‘ άραβος σάκεος τόσος ευκύκλοιο.
Πηνειός δ‘ ουκ αύτις εχάζετο, μίμνε δ‘ ομοίως
καρτερός ως τά πρώτα, θοάς δ‘ εστήσατο δίνας,
εισόκε οι Κοιηίς εκέκλετο: ‘σώζεο χαίρων,
σώζεο: μή σύ γ‘ εμείο πάθης κακόν είνεκα τήσδε
αντ‘ ελεημοσύνης: χάριτος δέ τοι έσσετ‘ αμοιβή.’
ή καί πολλά πάροιθεν επεί κάμεν έστιχε νήσους
ειναλίας: αι δ‘ ού μιν επερχομένην εδέχοντο,
ου λιπαρόν νήεσσιν ‚Εχινάδες όρμον έχουσαι,
ουδ‘ ήτις Κέρκυρα φιλοξεινωτάτη άλλων,
‚~Ιρις επεί πάσησιν εφ‘ υψηλοίο Μίμαντος
σπερχομένη μάλα δεινόν απέτρεπεν: αι δ‘ υπ‘ ομοκλής
πασσυδίη φοβέοντο κατά ρόον ήντινα τέτμοι.
ωγυγίην δήπειτα Κόων Μεροπηΐδα νήσον
ίετο, Χαλκιόπης ιερόν μυχόν ηρωίνης.
αλλά ε παιδός έρυκεν έπος τόδε: ‘μή σύ γε, μήτερ,
τή με τέκοις. ούτ‘ ούν επιμέμφομαι ουδέ μεγαίρω
νήσον, επεί λιπαρή τε καί εύβοτος, εί νύ τις άλλη:
αλλά οι εκ Μοιρέων τις οφειλόμενος θεός άλλος
εστί, Σαωτήρων ύπατον γένος: ώ υπό μίτρην
ίξεται ουκ αέκουσα Μακηδόνι κοιρανέεσθαι
αμφοτέρη μεσόγεια καί αί πελάγεσσι κάθηνται,
μέχρις όπου περάτη τε καί οππόθεν ωκέες ίπποι
‚Ηέλιον φορέουσιν: ο δ‘ είσεται ήθεα πατρός.
καί νύ ποτε ξυνός τις ελεύσεται άμμιν άεθλος
ύστερον, οππόταν οι μέν εφ’Ελλήνεσσι μάχαιραν
βαρβαρικήν καί Κελτόν αναστήσαντες “Αρηα
οψίγονοι Τιτήνες αφ‘ εσπέρου εσχατόωντος
ρώσωνται νιφάδεσσιν εοικότες ή ισάριθμοι
τείρεσιν, ηνίκα πλείστα κατ‘ ηέρα βουκολέονται,
παιδ[ ]. . σα[ ].[ ]
Δ?ω?ρι . [.] . [ ] .ος?α?[ ]ς?
καί πεδία Κρισσαία καί Ηφ?αί?[στο]ι?ο? φ?ά?ρ?[αγγ]ες
αμφιπεριστείνωνται, ίδωσι δέ πίονα καπνόν
γείτονος αιθομένοιο, καί ουκέτι μούνον ακουή,
αλλ‘ ήδη παρά νηόν απαυγάζοιντο φάλαγγας
δυσμενέων, ήδη δέ παρά τριπόδεσσιν εμείο
φάσγανα καί ζωστήρας αναιδέας εχθομένας τε
ασπίδας, αί Γαλάτησι κακήν οδόν άφρονι φύλω
στήσονται: τέων αι μέν εμοί γέρας, αι δ‘ επί Νείλω
εν πυρί τούς φορέοντας αποπνεύσαντας ιδούσαι
κείσονται βασιλήος αέθλια πολλά καμόντος.
εσσόμενε Πτολεμαίε, τά τοι μαντήια Φοίβου.
αινήσεις μέγα δή τι τόν εισέτι γαστέρι μάντιν
ύστερον ήματα πάντα. σύ δέ ξυμβάλλεο, μήτερ:
έστι διειδομένη τις εν ύδατι νήσος αραιή,
πλαζομένη πελάγεσσι: πόδες δέ οι ουκ ενί χώρη,
αλλά παλιρροίη επινήχεται ανθέρικος ώς,
ένθα νότος, ένθ‘ εύρος, όπη φορέησι θάλασσα.
τή με φέροις: κείνην γάρ ελεύσεαι εις εθέλουσαν.’
αι μέν τόσσα λέγοντος απέτρεχον ειν αλί νήσοι:
‚Αστερίη φιλόμολπε, σύ δ‘ Ευβοίηθε κατήεις,
Κυκλάδας οψομένη περιηγέας, ούτι παλαιόν,
αλλ‘ έτι τοι μετόπισθε Γεραίστιον είπετο φύκος:
ως δ‘ ίδες, [ως] έ?ς?τ?η?ς? [ ]ιδου[.]α?
θαρσαλέη τάδ‘ έλεξας [ ]. . . . ρ?[ ]
δ?αίμον‘ υπ‘ ωδίνεσσι βαρυνομένην ορόωσα:
‘“Ηρη, τούτό με ρέξον ό τοι φίλον: ου γάρ απειλάς
υμετέρας εφύλαξα: πέρα, πέρα εις εμέ, Λητοί.’
έννεπες: η δ‘ αρητόν άλης απεπαύσατο †λυγρής,
έζετο δ‘ ‚Ινωποίο παρά ρόον όν τε βάθιστον
γαία τότ‘ εξανίησιν, ότε πλήθοντι ρεέθρω
Νείλος από κρημνοίο κατέρχεται Αιθιοπήος:
λύσατο δέ ζώνην, από δ‘ εκλίθη έμπαλιν ώμοις
φοίνικος ποτί πρέμνον αμηχανίης υπό λυγρής
τειρομένη: νότιος δέ διά χροός έρρεεν ιδρώς.
είπε δ‘ αλυσθενέουσα: ‘τί μητέρα, κούρε, βαρύνεις;
αύτη τοι, φίλε, νήσος επιπλώουσα θαλάσση.
γείνεο, γείνεο, κούρε, καί ήπιος έξιθι κόλπου.’
νύμφα Διός βαρύθυμε, σύ δ‘ ουκ άρ‘ έμελλες άπυστος
δήν έμεναι: τοίη σε προσέδραμεν αγγελιώτις,
είπε δ‘ έτ‘ ασθμαίνουσα, φόβω δ‘ ανεμίσγετο μύθος:
‘“Ηρη τιμήεσσα, πολύ προύχουσα θεάων,
σή μέν εγώ, σά δέ πάντα, σύ δέ κρείουσα κάθησαι
γνησίη Ουλύμποιο, καί ου χέρα δείδιμεν άλλην
θηλυτέρην, σύ δ‘, άνασσα, τόν αίτιον είσεαι οργής.
Λητώ τοι μίτρην αναλύεται ένδοθι νήσου.
άλλαι μέν πάσαί μιν απέστυγον ουδ‘ εδέχοντο:
‚Αστερίη δ‘ ονομαστί παρερχομένην εκάλεσσεν,
‚Αστερίη, πόντοιο κακόν σάρον: οίσθα καί αυτή.
αλλά, φίλη, δύνασαι γάρ, αμύνεο πότνια δούλους
υμετέρους, οί σείο πέδον πατέουσιν εφετμήν.’
ή καί υπό χρύσειον εδέθλιον ίζε κύων ώς,
‚Αρτέμιδος ήτις τε, θοής ότε παύσεται άγρης,
ίζει θηρήτειρα παρ‘ ίχνεσιν, ούατα δ‘ αυτής
ορθά μάλ‘, αιέν ετοίμα θεής υποδέχθαι ομοκλήν:
τή ικέλη Θαύμαντος υπό θρόνον ίζετο κούρη.
κείνη δ‘ ουδέ ποτε σφετέρης επιλήθεται έδρης,
ουδ‘ ότε οι ληθαίον επί πτερόν ύπνος ερείσει,
αλλ‘ αυτού μεγάλοιο ποτί γλωχίνα θρόνοιο
τυτθόν αποκλίνασα καρήατα λέχριος εύδει.
ουδέ ποτε ζώνην αναλύεται ουδέ ταχείας
ενδρομίδας, μή οί τι καί αιφνίδιον έπος είπη
δεσπότις. η δ‘ αλεγεινόν αλαστήσασα προσηύδα:
‘ούτω νύν, ώ Ζηνός ονείδεα, καί γαμέοισθε
λάθρια καί τίκτοιτε κεκρυμμένα, μηδ‘ όθι δειλαί
δυστοκέες μογέουσιν αλετρίδες, αλλ‘ όθι φώκαι
εινάλιαι τίκτουσιν, ενί σπιλάδεσσιν ερήμοις.
‚Αστερίη δ‘ ουδέν τι βαρύνομαι είνεκα τήσδε
αμπλακίης, ουδ‘ έστιν όπως αποθύμια ρέξω,
τόσσα δέοι (μάλα γάρ τε κακώς εχαρίσσατο Λητοί):
αλλά μιν έκπαγλόν τι σεβίζομαι, ούνεκ‘ εμείο
δέμνιον ουκ επάτησε, Διός δ‘ ανθείλετο πόντον.’
η μέν έφη: κύκνοι δέ θεού μέλποντες αοιδοί
Μηόνιον Πακτωλόν εκυκλώσαντο λιπόντες
εβδομάκις περί Δήλον, επήεισαν δέ λοχείη
Μουσάων όρνιθες, αοιδότατοι πετεηνών
(ένθεν ο παίς τοσσάσδε λύρη ενεδήσατο χορδάς
ύστερον, οσσάκι κύκνοι επ‘ ωδίνεσσιν άεισαν):
όγδοον ουκέτ‘ άεισαν, ο δ‘ έκθορεν, αι δ‘ επί μακρόν
νύμφαι Δηλιάδες, ποταμού γένος αρχαίοιο,
είπαν ‚Ελειθυίης ιερόν μέλος, αυτίκα δ‘ αιθήρ
χάλκεος αντήχησε διαπρυσίην ολολυγήν.
ουδ‘ “Ηρη νεμέσησεν, επεί χόλον εξέλετο Ζεύς.
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δήλε,
χρυσώ δέ τροχόεσσα πανήμερος έρρεε λίμνη,
χρύσειον δ‘ εκόμησε γενέθλιον έρνος ελαίης,
χρυσώ δέ πλήμυρε βαθύς ‚Ινωπός ελιχθείς.
αυτή δέ χρυσέοιο απ‘ ούδεος είλεο παίδα,
εν δ‘ εβάλευ κόλποισιν, έπος δ‘ εφθέγξαο τοίον:
‘ώ μεγάλη, πολύβωμε, πολύπτολι, πολλά φέρουσα,
πίονες ήπειροί τε καί αί περιναίετε νήσοι,
αύτη εγώ τοιήδε: δυσήροτος, αλλ‘ απ‘ εμείο
Δήλιος ‚Απόλλων κεκλήσεται, ουδέ τις άλλη
γαιάων τοσσόνδε θεώ πεφιλήσεται άλλω,
ου Κερχνίς κρείοντι Ποσειδάωνι Λεχαίω,
ου πάγοςΕρμείη Κυλλήνιος, ου Διί Κρήτη,
ως εγώ ‚Απόλλωνι: καί έσσομαι ουκέτι πλαγκτή.’
ώδε σύ μέν κατέλεξας: ο δέ γλυκύν έσπασε μαζόν.
τώ καί νησάων αγιωτάτη εξέτι κείνου
κλήζη, ‚Απόλλωνος κουροτρόφος: ουδέ σ‘ ‚Ενυώ
ουδ‘ ‚Αΐδης ουδ‘ ίπποι επιστείβουσιν “Αρηος:
αλλά τοι αμφιετείς δεκατηφόροι αιέν απαρχαί
πέμπονται, πάσαι δέ χορούς ανάγουσι πόληες,
αί τε πρός ηοίην αί θ‘ έσπερον αί τ‘ ανά μέσσην
κλήρους εστήσαντο, καί οί καθύπερθε βορείης
οικία θινός έχουσι, πολυχρονιώτατον αίμα.
οι μέν τοι καλάμην τε καί ιερά δράγματα πρώτοι
ασταχύων φορέουσιν: ά Δωδώνηθε Πελασγοί
τηλόθεν εκβαίνοντα πολύ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ασιγήτοιο λέβητος:
δεύτερον “Ιριον άστυ καί ούρεα Μηλίδος αίης
έρχονται: κείθεν δέ διαπλώουσιν ‚Αβάντων
εις αγαθόν πεδίον Ληλάντιον: ουδ‘ έτι μακρός
ο πλόος Ευβοίηθεν, επεί σέο γείτονες όρμοι.
πρώταί τοι τάδ‘ ένεικαν από ξανθών ‚Αριμασπών
Ούπίς τε Λοξώ τε καί ευαίων `Εκαέργη,
θυγατέρες Βορέαο, καί άρσενες οι τότ‘ άριστοι
ηιθέων: ουδ‘ οίγε παλιμπετές οίκαδ‘ ίκοντο,
εύμοιροι δ‘ εγένοντο, καί ακλεές ούποτ‘ †εκείνοι.
ή τοι Δηλιάδες μέν, ότ‘ ευηχής υμέναιος
ήθεα κουράων μορμύσσεται, ήλικα χαίτην
παρθενικαίς, παίδες δέ θέρος τό πρώτον ιούλων
άρσενες ηιθέοισιν απαρχόμενοι φορέουσιν.
‚Αστερίη θυόεσσα, σέ μέν περί τ‘ αμφί τε νήσοι
κύκλον εποιήσαντο καί ως χορόν αμφεβάλοντο:
ούτε σιωπηλήν ούτ‘ άψοφον ούλος εθείραις
“Εσπερος, αλλ‘ αιεί σε καταβλέπει αμφιβόητον.
οι μέν υπαείδουσι νόμον Λυκίοιο γέροντος,
όν τοι από Ξάνθοιο θεοπρόπος ήγαγεν ‚Ωλήν:
αι δέ ποδί πλήσσουσι χορίτιδες ασφαλές ούδας.
δή τότε καί στεφάνοισι βαρύνεται ιρόν άγαλμα
Κύπριδος αρχαίης αριήκοον, ήν ποτε Θησεύς
είσατο, σύν παίδεσσιν ότε Κρήτηθεν ανέπλει.
οι χαλεπόν μύκημα καί άγριον υία φυγόντες
Πασιφάης καί γναμπτόν έδος σκολιού λαβυρίνθου,
πότνια, σόν περί βωμόν εγειρομένου κιθαρισμού
κύκλιον ωρχήσαντο, χορού δ‘ ηγήσατο Θησεύς.
ένθεν αειζώοντα θεωρίδος ιερά Φοίβω
Κεκροπίδαι πέμπουσι τοπήια νηός εκείνης.
‚Αστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
έμπορος Αιγαίοιο παρήλυθε νηί θεούση;
ουχ ούτω μεγάλοι μιν επιπνείουσιν αήται,
χρειώ δ‘ όττι τάχιστον άγει πλόον, αλλά τά λαίφη
ωκέες εστείλαντο καί ου πάλιν αύτις έβησαν,
πρίν μέγαν ή σέο βωμόν υπό πληγήσιν ελίξαι
ρησσόμενον καί πρέμνον οδακτάσαι αγνόν ελαίης
χείρας αποστρέψαντας: ά Δηλιάς εύρετο νύμφη
παίγνια κουρίζοντι καί ‚Απόλλωνι γελαστύν.
ιστίη ώ νήσων ευέστιε, χαίρε μέν αυτή,
χαίροι δ‘ ‚Απόλλων τε καί ήν ελοχεύσαο Λητώ.

ΕΙΣ ΛΟΥΤΡΑ ΤΗΣ ΠΑΛΛΑΔΟΣ

Οσσαι λωτροχόοι τάς Παλλάδος έξιτε πάσαι,
έξιτε: τάν ίππων άρτι φρυασσομενάν
τάν ιεράν εσάκουσα, καί α θεός εύτυκος έρπεν:
σούσθέ νυν, ώ ξανθαί σούσθε Πελασγιάδες.
ούποκ‘ ‚Αθαναία μεγάλως απενίψατο πάχεις,
πρίν κόνιν ιππειάν εξελάσαι λαγόνων:
ουδ‘ όκα δή λύθρω πεπαλαγμένα πάντα φέροισα
τεύχεα τών αδίκων ήνθ‘ από γαγενέων,
αλλά πολύ πράτιστον υφ‘ άρματος αυχένας ίππων
λυσαμένα παγαίς έκλυσεν ‚Ωκεανώ
ιδρώ καί ραθάμιγγας, εφοίβασεν δέ παγέντα
πάντα χαλινοφάγων αφρόν από στομάτων.
ώ ίτ‘ ‚Αχαιιάδες, καί μή μύρα μηδ‘ αλαβάστρως
(συρίγγων αίω φθόγγον υπαξόνιον),
μή μύρα λωτροχόοι τά Παλλάδι μηδ‘ αλαβάστρως
(ου γάρ ‚Αθαναία χρίματα μεικτά φιλεί)
οίσετε μηδέ κάτοπτρον: αεί καλόν όμμα τό τήνας.
ουδ‘ όκα τάν “Ιδα Φρύξ εδίκαζεν έριν,
ούτ‘ ες ορείχαλκον μεγάλα θεός ούτε Σιμούντος
έβλεψεν δίναν ες διαφαινομέναν:
ουδ‘ “Ηρα: Κύπρις δέ διαυγέα χαλκόν ελοίσα
πολλάκι τάν αυτάν δίς μετέθηκε κόμαν.
α δέ δίς εξήκοντα διαθρέξασα διαύλως,
οία παρ‘ Ευρώτα τοί Λακεδαιμόνιοι
αστέρες, εμπεράμως ετρίψατο λιτά βαλοίσα
χρίματα, τάς ιδίας έκγονα φυταλιάς,
ώ κώραι, τό δ‘ έρευθος ανέδραμε, πρώϊον οίαν
ή ρόδον ή σίβδας κόκκος έχει χροϊάν.
τώ καί νύν άρσεν τι κομίσσατε μώνον έλαιον,
ώ Κάστωρ, ώ καί χρίεται Ηρακλέης:
οίσετε καί κτένα οι παγχρύσεον, ως από χαίταν
πέξηται, λιπαρόν σμασαμένα πλόκαμον.
έξιθ‘, ‚Αθαναία: πάρα τοι καταθύμιος ίλα,
παρθενικαί μεγάλων παίδες ‚Αρεστοριδάν:
ωθάνα, φέρεται δέ καί α Διομήδεος ασπίς,
ως έθος ‚Αργείως τούτο παλαιοτέρως
Ευμήδης εδίδαξε, τεΐν κεχαρισμένος ιρεύς:
ός ποκα βωλευτόν γνούς επί οι θάνατον
δάμον ετοιμάζοντα φυγά τεόν ιρόν άγαλμα
ώχετ‘ έχων, Κρείον δ‘ εις όρος ωκίσατο,
Κρείον όρος: σέ δέ, δαίμον, απορρώγεσσιν έθηκεν
εν πέτραις, αίς νύν ούνομα Παλλατίδες.
έξιθ‘, ‚Αθαναία περσέπτολι, χρυσεοπήληξ,
ίππων καί σακέων αδομένα πατάγω.
σάμερον, υδροφόροι, μή βάπτετε — σάμερον, “Αργος,
πίνετ‘ από κρανάν μηδ‘ από τώ ποταμώ:
σάμερον αι δώλαι τάς κάλπιδας ή ‚ς Φυσάδειαν
ή ες ‚Αμυμώναν οίσετε τάν Δαναώ.
καί γάρ δή χρυσώ τε καί άνθεσιν ύδατα μείξας
ηξεί φορβαίων “Ιναχος εξ ορέων
ταθάνα τό λοετρόν άγων καλόν. αλλά, Πελασγέ,
φράζεο μή ουκ εθέλων τάν βασίλειαν ίδης.
ός κεν ίδη γυμνάν τάν Παλλάδα τάν πολιούχον,
τώργος εσοψείται τούτο πανυστάτιον.
πότνι‘ ‚Αθαναία, σύ μέν έξιθι: μέσφα δ‘ εγώ τι
ταίσδ‘ ερέω: μύθος δ‘ ουκ εμός, αλλ‘ ετέρων.
παίδες, ‚Αθαναία νύμφαν μίαν έν ποκα Θήβαις
πουλύ τι καί πέρι δή φίλατο τάν εταράν,
ματέρα Τειρεσίαο, καί ούποκα χωρίς έγεντο:
αλλά καί αρχαίων εύτ‘ επί Θεσπιέων
ή ειςΑλίαρτον ελαύνοι
ίππως, Βοιωτών έργα διερχομένα,
ή ‚πί Κορωνείας, ίνα οι τεθυωμένον άλσος
καί βωμοί ποταμώ κείντ‘ επί Κουραλίω,
πολλάκις α δαίμων νιν εώ επεβάσατο δίφρω,
ουδ‘ όαροι νυμφάν ουδέ χοροστασίαι
αδείαι τελέθεσκον, όκ‘ ουχ αγείτο Χαρικλώ:
αλλ‘ έτι καί τήναν δάκρυα πόλλ‘ έμενε,
καίπερ ‚Αθαναία καταθύμιον έσσαν εταίραν.
δή ποκα γάρ πέπλων λυσαμένα περόνας
ίππω επί κράνα Ελικωνίδι καλά ρεοίσα
λώντο: μεσαμβρινά δ‘ είχ‘ όρος ασυχία.
αμφότεραι λώοντο, μεσαμβριναί δ‘ έσαν ώραι,
πολλά δ‘ ασυχία τήνο κατείχεν όρος.
Τειρεσίας δ‘ έτι μώνος αμά κυσίν άρτι γένεια
περκάζων ιερόν χώρον ανεστρέφετο:
διψάσας δ‘ άφατόν τι ποτί ρόον ήλυθε κράνας,
σχέτλιος: ουκ εθέλων δ‘ είδε τά μή θεμιτά.
τόν δέ χολωσαμένα περ όμως προσέφασεν ‚Αθάνα:
‘τίς σε, τόν οφθαλμώς ουκέτ‘ αποισόμενον,
ώ Ευηρείδα, χαλεπάν οδόν άγαγε δαίμων;’
α μέν έφα, παιδός δ‘ όμματα νύξ έλαβεν.
εστάκη δ‘ άφθογγος, εκόλλασαν γάρ ανίαι
γώνατα καί φωνάν έσχεν αμαχανία.
α νύμφα δ‘ εβόασε: ‘τί μοι τόν κώρον έρεξας
πότνια; τοιαύται, δαίμονες, εστέ φίλαι;
όμματά μοι τώ παιδός αφείλεο. τέκνον άλαστε,
είδες ‚Αθαναίας στήθεα καί λαγόνας,
αλλ‘ ουκ αέλιον πάλιν όψεαι. ώ εμέ δειλάν,
ώ όρος, ώΕλικών ουκέτι μοι παριτέ,
ή μεγάλ‘ αντ‘ ολίγων επράξαο: δόρκας ολέσσας
καί πρόκας ου πολλάς φάεα παιδός έχεις.’
α μέν <άμ‘> αμφοτέραισι φίλον περί παίδα λαβοίσα
μάτηρ μέν γοεράν οίτον αηδονίδων
άγε βαρύ κλαίοισα, θεά δ‘ ελέησεν εταίραν.
καί νιν ‚Αθαναία πρός τόδ‘ έλεξεν έπος:
‘δία γύναι, μετά πάντα βαλεύ πάλιν όσσα δι‘ οργάν
είπας: εγώ δ‘ ού τοι τέκνον έθηκ‘ αλαόν.
ου γάρ ‚Αθαναία γλυκερόν πέλει όμματα παίδων
αρπάζειν: Κρόνιοι δ‘ ώδε λέγοντι νόμοι:
ός κε τιν‘ αθανάτων, όκα μή θεός αυτός έληται,
αθρήση, μισθώ τούτον ιδείν μεγάλω.
δία γύναι, τό μέν ου παλινάγρετον αύθι γένοιτο
έργον, επεί Μοιράν ώδ‘ επένησε λίνα,
ανίκα τό πράτόν νιν εγείναο: νύν δέ κομίζευ,
ώ Ευηρείδα, τέλθος οφειλόμενον.
πόσσα μέν α Καδμηίς ες ύστερον έμπυρα καυσεί,
πόσσα δ‘ ‚Αρισταίος, τόν μόνον ευχόμενοι
παίδα, τόν αβατάν ‚Ακταίονα, τυφλόν ιδέσθαι.
καί τήνος μεγάλας σύνδρομος ‚Αρτέμιδος
έσσεται: αλλ‘ ουκ αυτόν ό τε δρόμος αί τ‘ εν όρεσσι
ρυσεύνται ξυναί τάμος εκαβολίαι,
οππόταν ουκ εθέλων περ ίδη χαρίεντα λοετρά
δαίμονος: αλλ‘ αυταί τόν πρίν άνακτα κύνες
τουτάκι δειπνησεύντι: τά δ‘ υιέος οστέα μάτηρ
λεξείται δρυμώς πάντας επερχομένα:
ολβίσταν δ‘ ερέει σε καί ευαίωνα γενέσθαι
εξ ορέων αλαόν παίδ‘ υποδεξαμέναν.
ώ ετάρα, τώ μή τι μινύρεο: τώδε γάρ άλλα
τεύ χάριν εξ εμέθεν πολλά μενεύντι γέρα,
μάντιν επεί θησώ νιν αοίδιμον εσσομένοισιν,
ή μέγα τών άλλων δή τι περισσότερον.
γνωσείται δ‘ όρνιχας, ός αίσιος οί τε πέτονται
ήλιθα καί ποίων ουκ αγαθαί πτέρυγες.
πολλά δέ Βοιωτοίσι θεοπρόπα, πολλά δέ Κάδμω
χρησεί, καί μεγάλοις ύστερα Λαβδακίδαις.
δωσώ καί μέγα βάκτρον, ό οι πόδας ες δέον αξεί,
δωσώ καί βιότω τέρμα πολυχρόνιον,
καί μόνος, εύτε θάνη, πεπνυμένος εν νεκύεσσι
φοιτασεί, μεγάλω τίμιος `Αγεσίλα.’
ώς φαμένα κατένευσε: τό δ‘ εντελές, ώ κ‘ επινεύση
Παλλάς, επεί μώνα Ζεύς τόγε θυγατέρων
δώκεν ‚Αθαναία πατρώια πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δ‘ ούτις έτικτε θεάν,
αλλά Διός κορυφά. κορυφά Διός ουκ επινεύει
ψεύδεα αι θυγάτηρ.
έρχετ‘ ‚Αθαναία νύν ατρεκές: αλλά δέχεσθε
τάν θεόν, ώ κώραι, τώργον όσαις μέλεται,
σύν τ‘ ευαγορία σύν τ‘ εύγμασι σύν τ‘ ολολυγαίς.
χαίρε, θεά, κάδευ δ‘ “Αργεος ‚Ιναχίω.
χαίρε καί εξελάοισα, καί ες πάλιν αύτις ελάσσαις
ίππως, καί Δαναών κλάρον άπαντα σάω.

ΕΙΣ ΔΗΜΗΤΡΑ

Τώ καλάθω κατιόντος επιφθέγξασθε, γυναίκες:
‘Δάματερ, μέγα χαίρε, πολυτρόφε πουλυμέδιμνε.’
τόν κάλαθον κατιόντα χαμαί θασείσθε, βέβαλοι,
μηδ‘ από τώ τέγεος μηδ‘ υψόθεν αυγάσσησθε
μή παίς μηδέ γυνά μηδ‘ ά κατεχεύατο χαίταν,
μηδ‘ όκ‘ αφ‘ αυαλέων στομάτων πτύωμες άπαστοι.
“Εσπερος εκ νεφέων εσκέψατο, πανίκα νείται,
“Εσπερος, ός τε πιείν Δαμάτερα μώνος έπεισεν,
αρπαγίμας όκ‘ άπυστα μετέστιχεν ίχνια κώρας.
πότνια, πώς σε δύναντο πόδες φέρεν έστ‘ επί δυθμάς,
έστ‘ επί τώς μέλανας καί όπα τά χρύσεα μάλα;
ου πίες ούτ‘ άρ‘ έδες τήνον χρόνον ουδέ λοέσσα.
τρίς μέν δή διέβας ‚Αχελώϊον αργυροδίναν,
τοσσάκι δ‘ αενάων ποταμών επέρασας έκαστον,
τρίς δ‘ επί Καλλιχόρω χαμάδις εκαθίσσαο φρητί
αυσταλέα άποτός τε καί ου φάγες ουδέ λοέσσα.
μή μή ταύτα λέγωμες ά δάκρυον άγαγε Δηοί:
κάλλιον, ως πολίεσσιν εαδότα τέθμια δώκε:
κάλλιον, ως καλάμαν τε καί ιερά δράγματα πράτα
ασταχύων απέκοψε καί εν βόας ήκε πατήσαι,
ανίκα Τριπτόλεμος αγαθάν εδιδάσκετο τέχναν:
κάλλιον, ως (ίνα καί τις υπερβασίας αλέηται)
π ιδέσθαι ούπω τάν Κνιδίαν, έτι Δώτιον ιρόν έναιον,
τίν δ‘ αυτά καλόν άλσος εποιήσαντο Πελασγοί
δένδρεσιν αμφιλαφές: διά κεν μόλις ήνθεν οϊστός:
εν πίτυς, εν μεγάλαι πτελέαι έσαν, εν δέ καί όχναι,
εν δέ καλά γλυκύμαλα: τό δ‘ ώστ‘ αλέκτρινον ύδωρ
εξ αμαράν ανέθυε. θεά δ‘ επεμαίνετο χώρω
όσσον ‚Ελευσίνι, Τριόπα θ‘ όσον οκκόσον “Εννα.
αλλ‘ όκα Τριοπίδαισιν ο δεξιός άχθετο δαίμων,
τουτάκις α χείρων ‚Ερυσίχθονος άψατο βωλά:
σεύατ‘ έχων θεράποντας εείκοσι, πάντας εν ακμά,
πάντας δ‘ ανδρογίγαντας όλαν πόλιν αρκίος άραι,
αμφότερον πελέκεσσι καί αξίναισιν οπλίσσας,
ες δέ τό τάς Δάματρος αναιδέες έδραμον άλσος.
ής δέ τις αίγειρος, μέγα δένδρεον αιθέρι κύρον,
τώ έπι ταί νύμφαι ποτί τώνδιον εψιόωντο:
ά πράτα πλαγείσα κακόν μέλος ίαχεν άλλαις.
άσθετο Δαμάτηρ, ότι οι ξύλον ιερόν άλγει,
είπε δέ χωσαμένα: ‘τίς μοι καλά δένδρεα κόπτει;’
αυτίκα Νικίππα, τάν οι πόλις αράτειραν
δαμοσίαν έστασαν, εείσατο, γέντο δέ χειρί
στέμματα καί μάκωνα, κατωμαδίαν δ‘ έχε κλάδα.
φά δέ παραψύχοισα κακόν καί αναιδέα φώτα:
‘τέκνον, ότις τά θεοίσιν ανειμένα δένδρεα κόπτεις,
τέκνον ελίνυσον, τέκνον πολύθεστε τοκεύσι,
παύεο καί θεράποντας απότρεπε, μή τι χαλεφθή
πότνια Δαμάτηρ, τάς ιερόν εκκεραΐζεις.’
τάν δ‘ άρ‘ υποβλέψας χαλεπώτερον ηέ κυναγόν
ώρεσιν εν Τμαρίοισιν υποβλέπει άνδρα λέαινα
ωμοτόκος, τάς φαντί πέλειν βλοσυρώτατον όμμα,
‘χάζευ’, έφα, ‘μή τοι πέλεκυν μέγαν εν χροΐ πάξω.
ταύτα δ‘ εμόν θησεί στεγανόν δόμον, ώ ένι δαίτας
αιέν εμοίς ετάροισιν άδην θυμαρέας αξώ.’
είπεν ο παίς, Νέμεσις δέ κακάν εγράψατο φωνάν.
Δαμάτηρ δ‘ άφατόν τι κοτέσσατο, γείνατο δ‘ α θεύς:
ίθματα μέν χέρσω, κεφαλά δέ οι άψατ‘ ‚Ολύμπω.
οι μέν άρ‘ ημιθνήτες, επεί τάν πότνιαν είδον,
εξαπίνας απόρουσαν ενί δρυσί χαλκόν αφέντες.
α δ‘ άλλως μέν έασεν, αναγκαία γάρ έποντο
δεσποτικάν υπό χείρα, βαρύν δ‘ απαμείψατ‘ άνακτα:
‘ναί ναί, τεύχεο δώμα, κύον κύον, ώ ένι δαίτας
ποιησείς: θαμιναί γάρ ες ύστερον ειλαπίναι τοι.’
α μέν τόσσ‘ ειποίσ‘ ‚Ερυσίχθονι τεύχε πονηρά.
αυτίκα οι χαλεπόν τε καί άγριον έμβαλε λιμόν
αίθωνα κρατερόν, μεγάλα δ‘ εστρεύγετο νούσω.
σχέτλιος, όσσα πάσαιτο τόσων έχεν ίμερος αύτις.
είκατι δαίτα πένοντο, δυώδεκα δ‘ οίνον άφυσσον.
καί γάρ τά Δάματρι συνωργίσθη Διόνυσος:
τόσσα Διώνυσον γάρ ά καί Δάματρα χαλέπτει.
ούτε νιν εις εράνως ούτε ξυνδείπνια πέμπον
αιδόμενοι γονέες, προχάνα δ‘ ευρίσκετο πάσα.
ήνθον ‚Ιτωνιάδος νιν ‚Αθαναίας επ‘ άεθλα
‚Ορμενίδαι καλέοντες: απ‘ ών αρνήσατο μάτηρ:
‘ουκ ένδοι, χθιζός γάρ επί Κραννώνα βέβακε
τέλθος απαιτησών εκατόν βόας.’ ήνθε Πολυξώ,
μάτηρ ‚Ακτορίωνος, επεί γάμον άρτυε παιδί,
αμφότερον Τριόπαν τε καί υιέα κικλήσκοισα.
τάν δέ γυνά βαρύθυμος αμείβετο δακρύοισα:
‘νείταί τοι Τριόπας, ‚Ερυσίχθονα δ‘ ήλασε κάπρος
Πίνδον αν‘ ευάγκειαν, ο δ‘ εννέα φάεα κείται.’
δειλαία φιλότεκνε, τί δ‘ ουκ εψεύσαο, μάτερ;
δαίνυεν ειλαπίναν τις: ‘εν αλλοτρία ‚Ερυσίχθων.’
άγετό τις νύμφαν: ‘’Ερυσίχθονα δίσκος έτυψεν’,
ή ‘έπεσ‘ εξ ίππων’, ή ‘εν “Οθρυϊ ποίμνι‘ αμιθρεί.’
ενδόμυχος δήπειτα πανάμερος ειλαπιναστάς
ήσθιε μυρία πάντα: κακά δ‘ εξάλλετο γαστήρ
αιεί μάλλον έδοντι, τά δ‘ ες βυθόν οία θαλάσσας
αλεμάτως αχάριστα κατέρρεεν είδατα πάντα.
ως δέ Μίμαντι χιών, ως αελίω ένι πλαγγών,
καί τούτων έτι μέζον ετάκετο, μέστ‘ επί νεύροις
δειλαίω ρινός τε καί οστέα μώνον ελείφθη.
κλαίε μέν α μάτηρ, βαρύ δ‘ έστενον αι δύ‘ αδελφαί
χω μαστός τόν έπωνε καί αι δέκα πολλάκι δώλαι.
καί δ‘ αυτός Τριόπας πολιαίς επί χείρας έβαλλε,
τοία τόν ουκ αίοντα Ποτειδάωνα καλιστρέων:
‘ψευδοπάτωρ, ίδε τόνδε τεού τρίτον, είπερ εγώ μέν
σεύ τε καί Αιολίδος Κανάκας γένος, αυτάρ εμείο
τούτο τό δείλαιον γένετο βρέφος: αίθε γάρ αυτόν
βλητόν υπ‘ ‚Απόλλωνος εμαί χέρες εκτερέϊξαν:
νύν δέ κακά βούβρωστις εν οφθαλμοίσι κάθηται.
ή οι απόστασον χαλεπάν νόσον ηέ νιν αυτός
βόσκε λαβών: αμαί γάρ απειρήκαντι τράπεζαι.
χήραι μέν μάνδραι, κενεαί δέ μοι αύλιες ήδη
τετραπόδων: ουδέν γάρ απαρνήσαντο μάγειροι.
αλλά καί ουρήας μεγαλάν υπέλυσαν αμαξάν,
καί τάν βών έφαγεν, τάν `Εστία έτρεφε μάτηρ,
καί τόν αεθλοφόρον καί τόν πολεμήιον ίππον,
καί τάν μάλουριν, τάν έτρεμε θηρία μικκά.’
μέστα μέν εν Τριόπαο δόμοις έτι χρήματα κείτο,
μώνον άρ‘ οικείοι θάλαμοι κακόν ηπίσταντο.
αλλ‘ όκα τόν βαθύν οίκον ανεξήραναν οδόντες,
καί τόχ‘ ο τώ βασιλήος ενί τριόδοισι καθήστο
αιτίζων ακόλως τε καί έκβολα λύματα δαιτός.
Δάματερ, μή τήνος εμίν φίλος, ός τοι απεχθής,
είη μηδ‘ ομότοιχος: εμοί κακογείτονες εχθροί.
παρθενικαί, καί επιφθέγξασθε, τεκοίσαι:
‘Δάματερ, μέγα χαίρε, πολυτρόφε πουλυμέδιμνε.’
χως αι τόν κάλαθον λευκότριχες ίπποι άγοντι
τέσσαρες, ώς αμίν μεγάλα θεός ευρυάνασσα
λευκόν έαρ, λευκόν δέ θέρος καί χείμα φέροισα
ηξεί καί φθινόπωρον, έτος δ‘ εις άλλο φυλαξεί.
ως δ‘ απεδίλωτοι καί ανάμπυκες άστυ πατεύμες,
ώς πόδας, ώς κεφαλάς παναπηρέας έξομες αιεί.
ως δ‘ αι λικνοφόροι χρυσώ πλέα λίκνα φέροντι,
ώς αμές τόν χρυσόν αφειδέα πασεύμεσθα.
μέστα τά τάς πόλιος πρυτανήια τάς ατελέστως,
τάς δέ τελεσφορίας ποτί τάν θεόν άχρις ομαρτείν,
αίτινες εξήκοντα κατώτεραι: αι δέ βαρείαι,
χάτις ‚Ελειθυία τείνει χέρα χάτις εν άλγει,
ώς άλις, ως αυταίς ιθαρόν γόνυ: ταίσι δέ Δηώ
δωσεί πάντ‘ επίμεστα καί †ως ποτί ναόν ίκωνται.
χαίρε, θεά, καί τάνδε σάω πόλιν έν θ‘ ομονοία
έν τ‘ ευηπελία, φέρε δ‘ αγρόθι νόστιμα πάντα:
φέρβε βόας, φέρε μάλα, φέρε στάχυν, οίσε θερισμόν,
φέρβε καί ειράναν, ίν‘ ός άροσε τήνος αμάση.
ίλαθί μοι, τρίλλιστε, μέγα κρείοισα θεάων.
(ουδέ γάρ ‚Ατρεΐδης ολίγω επί κόμπασε μισθώ),
μηδέ τινα μνάσθαι τήν παρθένον (ουδέ γάρ ‚~Ωτος,
ουδέ μέν ‚Ωαρίων αγαθόν γάμον εμνήστευσαν).

ΕΙΣ ΔΙΑ

Ζηνός έοι τί κεν άλλο παρά σπονδήσιν αείδειν
λώϊον ή θεόν αυτόν, αεί μέγαν, αιέν άνακτα,
Πηλαγόνων ελατήρα, δικασπόλον Ουρανίδησι;
πώς καί νιν, Δικταίον αείσομεν ηέ Λυκαίον;
εν δοιή μάλα θυμός, επεί γένος αμφήριστον.
Ζεύ, σέ μέν ‚Ιδαίοισιν εν ούρεσί φασι γενέσθαι,
Ζεύ, σέ δ‘ εν ‚Αρκαδίη: πότεροι, πάτερ, εψεύσαντο;
‘Κρήτες αεί ψεύσται’: καί γάρ τάφον, ώ άνα, σείο
Κρήτες ετεκτήναντο: σύ δ‘ ου θάνες, εσσί γάρ αιεί.
εν δέ σε Παρρασίη Ρείη τέκεν, ήχι μάλιστα
έσκεν όρος θάμνοισι περισκεπές: ένθεν ο χώρος
ιερός, ουδέ τί μιν κεχρημένον Ειλειθυίης
ερπετόν ουδέ γυνή επιμίσγεται, αλλά εΡείης
ωγύγιον καλέουσι λεχώιον ‚Απιδανήες.
ένθα σ‘ επεί μήτηρ μεγάλων απεθήκατο κόλπων,
αυτίκα δίζητο ρόον ύδατος, ώ κε τόκοιο
λύματα χυτλώσαιτο, τεόν δ‘ ενί χρώτα λοέσσαι.
Λάδων αλλ‘ ούπω μέγας έρρεεν ουδ‘ ‚Ερύμανθος,
λευκότατος ποταμών, έτι δ‘ άβροχος ήεν άπασα
‚Αζηνίς: μέλλεν δέ μάλ‘ εύυδρος καλέεσθαι
αύτις: επεί τημόσδε, Ρέη ότε λύσατο μίτρην,
ή πολλάς εφύπερθε σαρωνίδας υγρός ‚Ιάων
ήειρεν, πολλάς δέ Μέλας ώκχησεν αμάξας,
πολλά δέ Καρίωνος άνω διερού περ εόντος
ιλυούς εβάλοντο κινώπετα, νίσσετο δ‘ ανήρ
πεζός υπέρ Κράθίν τε πολύστιόν τε Μετώπην
διψαλέος: τό δέ πολλόν ύδωρ υπό ποσσίν έκειτο.
καί ρ‘ υπ‘ αμηχανίης σχομένη φάτο πότνιαΡείη:
‘Γαία φίλη, τέκε καί σύ: τεαί δ‘ ωδίνες ελαφραί.’
είπε καί αντανύσασα θεή μέγαν υψόθι πήχυν
πλήξεν όρος σκήπτρω: τό δέ οι δίχα πουλύ διέστη,
εκ δ‘ έχεεν μέγα χεύμα: τόθι χρόα φαιδρύνασα,
ώνα, τεόν σπείρωσε, Νέδη δέ σε δώκε κομίσσαι
κευθμόν έσω Κρηταίον, ίνα κρύφα παιδεύοιο,
πρεσβυτάτη Νυμφέων, αί μιν τότε μαιώσαντο,
πρωτίστη γενεή μετά γε Στύγα τε Φιλύρην τε.
ουδ‘ αλίην απέτεισε θεή χάριν, αλλά τό χεύμα
κείνο Νέδην ονόμηνε: τό μέν ποθι πολύ κατ‘ αυτό
Καυκώνων πτολίεθρον, ό Λέπρειον πεφάτισται,
συμφέρεται Νηρήι, παλαιότατον δέ μιν ύδωρ
υιωνοί πίνουσι Λυκαονίης άρκτοιο.
εύτε Θενάς απέλειπεν επί Κνωσοίο φέρουσα,
Ζεύ πάτερ, η Νύμφη σε (Θεναί δ‘ έσαν εγγύθι Κνωσού),
τουτάκι τοι πέσε, δαίμον, άπ‘ ομφαλός: ένθεν εκείνο
‚Ομφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες.
Ζεύ, σέ δέ Κυρβάντων ετάραι προσεπηχύναντο
Δικταίαι Μελίαι, σέ δ‘ εκοίμισεν ‚Αδρήστεια
λίκνω ενί χρυσέω, σύ δ‘ εθήσαο πίονα μαζόν
αιγός ‚Αμαλθείης, επί δέ γλυκύ κηρίον έβρως.
γέντο γάρ εξαπιναία Πανακρίδος έργα μελίσσης
‚Ιδαίοις εν όρεσσι, τά τε κλείουσι Πάνακρα.
ούλα δέ Κούρητές σε περί πρύλιν ωρχήσαντο
τεύχεα πεπλήγοντες, ίνα Κρόνος ούασιν ηχήν
ασπίδος εισαΐοι καί μή σεο κουρίζοντος.
καλά μέν ηέξευ, καλά δ‘ έτραφες, ουράνιε Ζεύ,
οξύ δ‘ ανήβησας, ταχινοί δέ τοι ήλθον ίουλοι.
αλλ‘ έτι παιδνός εών εφράσσαο πάντα τέλεια:
τώ τοι καί γνωτοί προτερηγενέες περ εόντες
ουρανόν ουκ εμέγηραν έχειν επιδαίσιον οίκον.
δηναιοί δ‘ ου πάμπαν αληθέες ήσαν αοιδοί:
φάντο πάλον Κρονίδησι διάτριχα δώματα νείμαι:
τίς δέ κ‘ επ‘ Ουλύμπω τε καί “Αϊδι κλήρον ερύσσαι,
ός μάλα μή νενίηλος; επ‘ ισαίη γάρ έοικε
πήλασθαι: τά δέ τόσσον όσον διά πλείστον έχουσι.
ψευδοίμην, αίοντος ά κεν πεπίθοιεν ακουήν.
ού σε θεών εσσήνα πάλοι θέσαν, έργα δέ χειρών,
σή τε βίη τό τε κάρτος, ό καί πέλας είσαο δίφρου.
θήκαο δ‘ οιωνών μέγ‘ υπείροχον αγγελιώτην
σών τεράων: ά τ‘ εμοίσι φίλοις ενδέξια φαίνοις.
είλεο δ‘ αιζηών ό τι φέρτατον: ου σύ γε νηών
εμπεράμους, ουκ άνδρα σακέσπαλον, ου μέν αοιδόν:
αλλά τά μέν μακάρεσσιν ολίζοσιν αύθι παρήκας
άλλα μέλειν ετέροισι, σύ δ‘ εξέλεο πτολιάρχους
αυτούς, ών υπό χείρα γεωμόρος, ών ίδρις αιχμής,
ών ερέτης, ών πάντα: τί δ‘ ου κρατέοντος υπ‘ ισχύν;
αυτίκα χαλκήας μέν υδείομεν `Ηφαίστοιο,
τευχηστάς δ‘ “Αρηος, επακτήρας δέ Χιτώνης
‚Αρτέμιδος, Φοίβου δέ λύρης εύ ειδότας οίμους:
‘εκ δέ Διός βασιλήες’, επεί Διός ουδέν ανάκτων
θειότερον: τώ καί σφε τεήν εκρίναο λάξιν.
δώκας δέ πτολίεθρα φυλασσέμεν, ίζεο δ‘ αυτός
άκρησ‘ εν πολίεσσιν, επόψιος οί τε δίκησι
λαόν υπό σκολιήσ‘ οί τ‘ έμπαλιν ιθύνουσιν:
εν δέ ρυηφενίην έβαλές σφισιν, εν δ‘ άλις όλβον:
πάσι μέν, ου μάλα δ‘ ίσον. έοικε δέ τεκμήρασθαι
ημετέρω μεδέοντι: περιπρό γάρ ευρύ βέβηκεν.
εσπέριος κείνός γε τελεί τά κεν ήρι νοήση:
εσπέριος τά μέγιστα, τά μείονα δ‘, εύτε νοήση.
οι δέ τά μέν πλειώνι, τά δ‘ ουχ ενί, τών δ‘ από πάμπαν
αυτός άνην εκόλουσας, ενέκλασσας δέ μενοινήν.
χαίρε μέγα, Κρονίδη πανυπέρτατε, δώτορ εάων,
δώτορ απημονίης. τεά δ‘ έργματα τίς κεν αείδοι;
ου γένετ‘, ουκ έσται: τίς κεν Διός έργματ‘ αείσει;
χαίρε, πάτερ, χαίρ‘ αύθι: δίδου δ‘ αρετήν τ‘ άφενός τε.
ούτ‘ αρετής άτερ όλβος επίσταται άνδρας αέξειν
ούτ‘ αρετή αφένοιο: δίδου δ‘ αρετήν τε καί όλβον.

ΕΙΣ ΑΡΤΕΜΙΝ

Αρτεμιν (ου γάρ ελαφρόν αειδόντεσσι λαθέσθαι)
υμνέομεν, τή τόξα λαγωβολίαι τε μέλονται
καί χορός αμφιλαφής καί εν ούρεσιν εψιάασθαι,
άρχμενοι ως ότε πατρός εφεζομένη γονάτεσσι
παίς έτι κουρίζουσα τάδε προσέειπε γονήα:
‘δός μοι παρθενίην αιώνιον, άππα, φυλάσσειν,
καί πολυωνυμίην, ίνα μή μοι Φοίβος ερίζη,
δός δ‘ ιούς καί τόξα — έα πάτερ, ού σε φαρέτρην
ουδ‘ αιτέω μέγα τόξον: εμοί Κύκλωπες οϊστούς
αυτίκα τεχνήσονται, εμοί δ‘ ευκαμπές άεμμα:
αλλά φαεσφορίην τε καί ες γόνυ μέχρι χιτώνα
ζώννυσθαι λεγνωτόν, ίν‘ άγρια θηρία καίνω.
δός δέ μοι εξήκοντα χορίτιδας ‚Ωκεανίνας,
πάσας εινέτεας, πάσας έτι παίδας αμίτρους.
δός δέ μοι αμφιπόλους ‚Αμνισίδας είκοσι νύμφας,
αί τε μοι ενδρομίδας τε καί οππότε μηκέτι λύγκας
μήτ‘ ελάφους βάλλοιμι, θοούς κύνας εύ κομέοιεν.
δός δέ μοι ούρεα πάντα: πόλιν δέ μοι ήντινα νείμον
ήντινα λής: σπαρνόν γάρ ότ‘ “Αρτεμις άστυ κάτεισιν:
ούρεσιν οικήσω, πόλεσιν δ‘ επιμείξομαι ανδρών
μούνον ότ‘ οξείησιν υπ‘ ωδίνεσσι γυναίκες
τειρόμεναι καλέωσι βοηθόον, ήσί με Μοίραι
γεινομένην τό πρώτον επεκλήρωσαν αρήγειν,
όττι με καί τίκτουσα καί ουκ ήλγησε φέρουσα
μήτηρ, αλλ‘ αμογητί φίλων απεθήκατο γυίων.’
ώς η παίς ειπούσα γενειάδος ήθελε πατρός
άψασθαι, πολλάς δέ μάτην ετανύσσατο χείρας
μέχρις ίνα ψαύσειε. πατήρ δ‘ επένευσε γελάσσας,
φή δέ καταρρέζων: ‘ότε μοι τοιαύτα θέαιναι
τίκτοιεν, τυτθόν κεν εγώ ζηλήμονος “Ηρης
χωομένης αλέγοιμι. φέρευ, τέκος, όσσ‘ εθελημός
αιτίζεις, καί δ‘ άλλα πατήρ έτι μείζονα δώσει.
τρίς δέκα τοι πτολίεθρα καί ουχ ένα πύργον οπάσσω,
τρίς δέκα τοι πτολίεθρα, τά μή θεόν άλλον αέξειν
είσεται, αλλά μόνην σέ καί ‚Αρτέμιδος καλέεσθαι:
πολλάς δέ ξυνή πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε: καί εν πάσησιν έσονται
‚Αρτέμιδος βωμοί τε καί άλσεα. καί μέν αγυιαίς
έσση καί λιμένεσσιν επίσκοπος.’ ώς ο μέν ειπών
μύθον επεκρήηνε καρήατι. βαίνε δέ κούρη
Λευκόν έπι Κρηταίον όρος κεκομημένον ύλη,
ένθεν επ‘ ‚Ωκεανόν: πολέας δ‘ επελέξατο νύμφας,
πάσας εινέτεας, πάσας έτι παίδας αμίτρους:
χαίρε δέ Καίρατος ποταμός μέγα, χαίρε δέ Τηθύς,
ούνεκα θυγατέρας Λητωίδι πέμπον αμορβούς.
αύθι δέ Κύκλωπας μετεκίαθε: τούς μέν έτετμε
νήσω ενί Λιπάρη (Λιπάρη νέον, αλλά τότ‘ έσκεν
ούνομά οι Μελιγουνίς) επ‘ άκμοσιν Ηφαίστοιο
εσταότας περί μύδρον: επείγετο γάρ μέγα έργον:
ιππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αι νύμφαι δ‘ έδδεισαν, όπως ίδον αινά πέλωρα
πρηόσιν ‚Οσσαίοισιν εοικότα (πάσι δ‘ υπ‘ οφρύν
φάεα μουνόγληνα σάκει ίσα τετραβοείω
δεινόν υπογλαύσσοντα) καί οππότε δούπον άκουσαν
άκμονος ηχήσαντος επί μέγα πουλύ τ‘ άημα
φυσάων αυτών τε βαρύν στόνον: αύε γάρ Αίτνη,
αύε δέ Τρινακρίη Σικανών έδος, αύε δέ γείτων
‚Ιταλίη, μεγάλην δέ βοήν επί Κύρνος αΰτει,
εύθ‘ οίγε ραιστήρας αειράμενοι υπέρ ώμων
ή χαλκόν ζείοντα καμινόθεν ηέ σίδηρον
αμβολαδίς τετύποντες επί μέγα μυχθίσσειαν.
τώ σφέας ουκ ετάλασσαν ακηδέες ‚Ωκεανίναι
ούτ‘ άντην ιδέειν ούτε κτύπον ούασι δέχθαι.
ου νέμεσις: κείνους γε καί αι μάλα μηκέτι τυτθαί
ουδέποτ‘ αφρικτί μακάρων ορόωσι θύγατρες.
αλλ‘ ότε κουράων τις απειθέα μητέρι τεύχοι,
μήτηρ μέν Κύκλωπας εή επί παιδί καλιστρεί,
“Αργην ή Στερόπην: ο δέ δώματος εκ μυχάτοιο
έρχεταιΕρμείης σποδιή κεχριμένος αιθή:
αυτίκα τήν κούρην μορμύσσεται, η δέ τεκούσης
δύνει έσω κόλπους θεμένη επί φάεσι χείρας.
κούρα, σύ δέ προτέρω περ, έτι τριέτηρος εούσα,
εύτ‘ έμολεν Λητώ σε μετ‘ αγκαλίδεσσι φέρουσα,
Ηφαίστου καλέοντος όπως οπτήρια δοίη,
Βρόντεώ σε στιβαροίσιν εφεσσαμένου γονάτεσσι,
στήθεος εκ μεγάλου λασίης εδράξαο χαίτης,
ώλοψας δέ βίηφι: τό δ‘ άτριχον εισέτι καί νύν
μεσσάτιον στέρνοιο μένει μέρος, ως ότε κόρση
φωτός ενιδρυθείσα κόμην επενείματ‘ αλώπηξ.
τώ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τήμος:
‘Κύκλωπες, κημοί τι Κυδώνιον ει δ‘ άγε τόξον
ηδ‘ ιούς κοίλην τε κατακληίδα βελέμνων
τεύξατε: καί γάρ εγώ Λητωιάς ώσπερ ‚Απόλλων.
αι δέ κ‘ εγώ τόξοις μονιόν δάκος ή τι πέλωρον
θηρίον αγρεύσω, τό δέ κεν Κύκλωπες έδοιεν.’
έννεπες: οι δ‘ ετέλεσσαν: άφαρ δ‘ ωπλίσσαο, δαίμον.
αίψα δ‘ επί σκύλακας πάλιν ήιες: ίκεο δ‘ αύλιν
‚Αρκαδικήν έπι Πανός. ο δέ κρέα λυγκός έταμνε
Μαιναλίης, ίνα οι τοκάδες κύνες είδαρ έδοιεν.
τίν δ‘ ο γενειήτης δύο μέν κύνας ήμισυ πηγούς,
τρείς δέ παρουαίους, ένα δ‘ αιόλον, οί ρα λέοντας
αυτούς αύ ερύοντες, ότε δράξαιντο δεράων,
είλκον έτι ζώοντας επ‘ αυλίον, επτά δ‘ έδωκε
θάσσονας αυράων Κυνοσουρίδας, αί ρα διώξαι
ώκισται νεβρούς τε καί ου μύοντα λαγωόν
καί κοίτην ελάφοιο καί ύστριχος ένθα καλιαί
σημήναι καί ζορκός επ‘ ίχνιον ηγήσασθαι.
ένθεν απερχομένη (μετά καί κύνες εσσεύοντο)
εύρες επί προμολήσ‘ όρεος τού Παρρασίοιο
σκαιρούσας ελάφους, μέγα τι χρέος: αι μέν επ‘ όχθης
αιέν εβουκολέοντο μελαμψήφιδος ‚Αναύρου,
μάσσονες ή ταύροι, κεράων δ‘ απελάμπετο χρυσός:
εξαπίνης δ‘ έταφές τε καί όν ποτί θυμόν έειπες:
‘τούτό κεν ‚Αρτέμιδος πρωτάγριον άξιον είη.’
πέντ‘ έσαν αι πάσαι: πίσυρας δ‘ έλες ώκα θέουσα
νόσφι κυνοδρομίης, ίνα τοι θοόν άρμα φέρωσι.
τήν δέ μίαν Κελάδοντος υπέρ ποταμοίο φυγούσαν
“Ηρης εννεσίησιν, αέθλιονΗρακλήι
ύστερον όφρα γένοιτο, πάγος Κερύνειος έδεκτο.
“Αρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
έντεα καί ζώνη, χρύσεον δ‘ εζεύξαο δίφρον,
εν δ‘ εβάλευ χρύσεια, θεή, κεμάδεσσι χαλινά.
πού δέ σε τό πρώτον κερόεις όχος ήρξατ‘ αείρειν;
Αίμω επί Θρήικι, τόθεν βορέαο κατάιξ
έρχεται αχλαίνοισι δυσαέα κρυμόν άγουσα.
πού δ‘ έταμες πεύκην, από δέ φλογός ήψαο ποίης;
Μυσώ εν Ουλύμπω, φάεος δ‘ ενέηκας αυτμήν
ασβέστου, τό ρα πατρός αποστάζουσι κεραυνοί.
ποσσάκι δ‘ αργυρέοιο, θεή, πειρήσαο τόξου;
πρώτον επί πτελέην, τό δέ δεύτερον ήκας επί δρύν,
τό τρίτον αύτ‘ επί θήρα. τό τέτρατον ουκέτ‘ †επί δρύν†,
αλλά †μιν εις αδίκων έβαλες πόλιν, οί τε περί σφέας
οί τε περί ξείνους αλιτήμονα πολλά τέλεσκον.
σχέτλιοι, οίς τύνη χαλεπήν εμμάξεαι οργήν:
κτήνεά φιν λοιμός καταβόσκεται, έργα δέ πάχνη,
κείρονται δέ γέροντες εφ‘ υιάσιν, αι δέ γυναίκες
ή βληταί θνήσκουσι λεχωίδες ηέ φυγούσαι
τίκτουσιν τών ουδέν επί σφυρόν ορθόν ανέστη.
οίς δέ κεν ευμειδής τε καί ίλαος αυγάσσηαι,
κείνοις εύ μέν άρουρα φέρει στάχυν, εύ δέ γενέθλη
τετραπόδων, εύ δ‘ οίκος αέξεται: ουδ‘ επί σήμα
έρχονται πλήν εύτε πολυχρόνιόν τι φέρωσιν:
ουδέ διχοστασίη τρώει γένος, ή τε καί εύ περ
οίκους εστηώτας εσίνατο: ταί δέ θυωρόν
εινάτερες γαλόω τε μίαν πέρι δίφρα τίθενται.
πότνια, τών είη μέν εμοί φίλος όστις αληθής,
είην δ‘ αυτός, άνασσα, μέλοι δέ μοι αιέν αοιδή:
τή ένι μέν Λητούς γάμος έσσεται, εν δέ σύ πολλή,
εν δέ καί ‚Απόλλων, εν δ‘ οί σεο πάντες άεθλοι,
εν δέ κύνες καί τόξα καί άντυγες, αί τε σε ρεία
θηητήν φορέουσιν ότ‘ ες Διός οίκον ελαύνεις.
ένθα τοι αντιόωντες ενί προμολήσι δέχονται
όπλα μέν Ερμείης ‚Ακακήσιος, αυτάρ ‚Απόλλων
θηρίον όττι φέρησθα — πάροιθέ γε, πρίν περ ικέσθαι
καρτερόν ‚Αλκεΐδην: νύν δ‘ ουκέτι Φοίβος άεθλον
τούτον έχει, τοίος γάρ αεί Τιρύνθιος άκμων
έστηκε πρό πυλέων ποτιδέγμενος, εί τι φέρουσα
νείαι πίον έδεσμα: θεοί δ‘ επί πάντες εκείνω
άλληκτον γελόωσι, μάλιστα δέ πενθερή αυτή,
ταύρον ότ‘ εκ δίφροιο μάλα μέγαν ή όγε χλούνην
κάπρον οπισθιδίοιο φέροι ποδός ασπαίροντα:
κερδαλέω μύθω σε, θεή, μάλα τώδε πινύσκει:
‘βάλλε κακούς επί θήρας, ίνα θνητοί σε βοηθόν
ως εμέ κικλήσκωσιν. έα πρόκας ηδέ λαγωούς
ούρεα βόσκεσθαι: τί δέ κεν πρόκες ηδέ λαγωοί
ρέξειαν; σύες έργα, σύες φυτά λυμαίνονται.
καί βόες ανθρώποισι κακόν μέγα: βάλλ‘ επί καί τούς.’
ώς ένεπεν, ταχινός δέ μέγαν περί θήρα πονείτο.
ου γάρ όγε Φρυγίη περ υπό δρυί γυία θεωθείς
παύσατ‘ αδηφαγίης: έτι οι πάρα νηδύς εκείνη,
τή ποτ‘ αροτριόωντι συνήντετο Θειοδάμαντι.
σοί δ‘ ‚Αμνισιάδες μέν υπό ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρά δέ σφισι πουλύ νέμεσθαι
“Ηρης εκ λειμώνος αμησάμεναι φορέουσιν
ωκύθοον τριπέτηλον, ό καί Διός ίπποι έδουσιν:
εν καί χρυσείας υποληνίδας επλήσαντο
ύδατος, όφρ‘ ελάφοισι ποτόν θυμάρμενον είη.
αυτή δ‘ ες πατρός δόμον έρχεαι: οι δέ σ‘ εφ‘ έδρην
πάντες ομώς καλέουσι: σύ δ‘ ‚Απόλλωνι παρίζεις.
ηνίκα δ‘ αι νύμφαι σε χορώ ένι κυκλώσονται
αγχόθι πηγάων Αιγυπτίου ‚Ινωποίο
ή Πιτάνη (καί γάρ Πιτάνη σέθεν) ή ενί Λίμναις,
ή ίνα, δαίμον, ‚Αλάς ‚Αραφηνίδας οικήσουσα
ήλθες από Σκυθίης, από δ‘ είπαο τέθμια Ταύρων,
μή νειόν τημούτος εμαί βόες είνεκα μισθού
τετράγυον τέμνοιεν υπ‘ αλλοτρίω αροτήρι:
ή γάρ κεν γυιαί τε καί αυχένα κεκμηυίαι
κόπρον έπι προγένοιντο, καί ει Στυμφαιίδες είεν
ειναετιζόμεναι κεραελκέες, αί μέγ‘ άρισται
τέμνειν ώλκα βαθείαν: επεί θεός ούποτ‘ εκείνον
ήλθε παρ‘ ‚Ηέλιος καλόν χορόν, αλλά θεήται
δίφρον επιστήσας, τά δέ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποίον δ‘ όρος εύαδε πλείστον,
τίς δέ λιμήν, ποίη δέ πόλις; τίνα δ‘ έξοχα νυμφέων
φίλαο καί ποίας ηρωίδας έσχες εταίρας;
ειπέ, θεή, σύ μέν άμμιν, εγώ δ‘ ετέροισιν αείσω.
νήσων μέν Δολίχη, πολίων δέ τοι εύαδε Πέργη,
Τηΰγετον δ‘ ορέων, λιμένες γε μέν Ευρίποιο.
έξοχα δ‘ αλλάων Γορτυνίδα φίλαο νύμφην,
ελλοφόνον Βριτόμαρτιν εύσκοπον: ής ποτε Μίνως
πτοιηθείς υπ‘ έρωτι κατέδραμεν ούρεα Κρήτης.
η δ‘ οτέ μέν λασίησιν υπό δρυσί κρύπτετο νύμφη,
άλλοτε δ‘ ειαμενήσιν: ο δ‘ εννέα μήνας εφοίτα
παίπαλά τε κρημνούς τε καί ουκ ανέπαυσε διωκτύν,
μέσφ‘ ότε μαρπτομένη καί δή σχεδόν ήλατο πόντον
πρηόνος εξ υπάτοιο καί ένθορεν εις αλιήων
δίκτυα, τά σφ‘ εσάωσαν: όθεν μετέπειτα Κύδωνες
νύμφην μέν Δίκτυναν, όρος δ‘ όθεν ήλατο νύμφη
Δικταίον καλέουσιν, ανεστήσαντο δέ βωμούς
ιερά τε ρέζουσι: τό δέ στέφος ήματι κείνω
ή πίτυς ή σχίνος, μύρτοιο δέ χείρες άθικτοι:
δή τότε γάρ πέπλοισιν ενέσχετο μύρσινος όζος
τής κούρης, ότ‘ έφευγεν: όθεν μέγα χώσατο μύρτω.
Ούπι άνασσ‘ ευώπι φαεσφόρε, καί δέ σε κείνης
Κρηταέες καλέουσιν επωνυμίην από νύμφης.
καί μήν Κυρήνην εταρίσσαο, τή ποτ‘ έδωκας
αυτή θηρητήρε δύω κύνε, τοίς ένι κούρηΥψηίς παρά τύμβον ‚Ιώλκιον έμμορ‘ αέθλου.
καί Κεφάλου ξανθήν άλοχον Δηιονίδαο,
πότνια, σήν ομόθηρον εθήκαο: καί δέ σέ φασι
καλήν ‚Αντίκλειαν ίσον φαέεσσι φιλήσαι.
αι πρώται θοά τόξα καί αμφ‘ ώμοισι φαρέτρας
ιοδόκους εφόρησαν: †ασύλλωτοι δέ φιν ώμοι
δεξιτεροί καί γυμνός αεί παρεφαίνετο μαζός.
ήνησας δ‘ έτι πάγχυ ποδορρώρην ‚Αταλάντην
κούρην ‚Ιασίοιο συοκτόνον ‚Αρκασίδαο,
καί ε κυνηλασίην τε καί ευστοχίην εδίδαξας.
ού μιν επίκλητοι Καλυδωνίου αγρευτήρες
μέμφονται κάπροιο: τά γάρ σημήια νίκης
‚Αρκαδίην εισήλθεν, έχει δ‘ έτι θηρός οδόντας:
ουδέ μέν Υλαίόν τε καί άφροναΡοίκον έολπα
ουδέ περ εχθαίροντας εν “Αϊδι μωμήσασθαι
τοξότιν: ου γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νάεν φόνω ακρώρεια.
πότνια πουλυμέλαθρε, πολύπτολι, χαίρε, Χιτώνη
Μιλήτω επίδημε: σέ γάρ ποιήσατο Νηλεύς
ηγεμόνην, ότε νηυσίν ανήγετο Κεκροπίηθεν.
Χησιάς ‚Ιμβρασίη πρωτόθρονε, σοί δ‘ ‚Αγαμέμνων
πηδάλιον νηός σφετέρης εγκάτθετο νηώ
μείλιον απλοΐης, ότε οι κατέδησας αήτας,
Τευκρών ηνίκα νήες ‚Αχαιίδες άστεα κήδειν
έπλεον αμφ‘ ΕλένηΡαμνουσίδι θυμωθείσαι.
ή μέν τοι Προίτός γε δύω εκαθίσσατο νηούς,
άλλον μέν Κορίης, ότι οι συνελέξαο κούρας
ούρεα πλαζομένας ‚Αζήνια, τόν δ‘ ενί Λούσοις
Ημέρη, ούνεκα θυμόν απ‘ άγριον είλεο παίδων.
σοί καί ‚Αμαζονίδες πολέμου επιθυμήτειραι
έν κοτε παρραλίη ‚Εφέσω βρέτας ιδρύσαντο
φηγώ υπό πρέμνω, τέλεσεν δέ τοι ιερόνΙππώ:
αυταί δ‘, Ούπι άνασσα, περί πρύλιν ωρχήσαντο
πρώτα μέν εν σακέεσσιν ενόπλιον, αύθι δέ κύκλω
στησάμεναι χορόν ευρύν: υπήεισαν δέ λίγειαι
λεπταλέον σύριγγες, ίνα ρήσσωσιν ομαρτή
(ου γάρ πω νέβρεια δι‘ οστέα τετρήναντο,
έργον ‚Αθηναίης ελάφω κακόν): έδραμε δ‘ ηχώ
Σάρδιας ές τε νομόν Βερεκύνθιον. αι δέ πόδεσσιν
ούλα κατεκροτάλιζον, επεψόφεον δέ φαρέτραι.
κείνο δέ τοι μετέπειτα περί βρέτας ευρύ θέμειλον
δωμήθη, τού δ‘ ούτι θεώτερον όψεται ηώς
ουδ‘ αφνειότερον: ρέα κεν Πυθώνα παρέλθοι.
τώ ρα καί ηλαίνων αλαπαξέμεν ηπείλησε
Λύγδαμις υβριστής: επί δέ στρατόν ιππημολγών
ήγαγε Κιμμερίων ψαμάθω ίσον, οί ρα παρ‘ αυτόν
κεκλιμένοι ναίουσι βοός πόρον ‚Ιναχιώνης.
ά δειλός βασιλέων, όσον ήλιτεν: ου γάρ έμελλεν
ούτ‘ αυτός Σκυθίηνδε παλιμπετές ούτε τις άλλος
όσσων εν λειμώνι Καϋστρίω έσταν άμαξαι
νοστήσειν: ‚Εφέσου γάρ αεί τεά τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαίρε, Φεραίη.
μή τις ατιμήση τήν “Αρτεμιν (ουδέ γάρ Οινεί
βωμόν ατιμάσσαντι καλοί πόλιν ήλθον αγώνες),
μηδ‘ ελαφηβολίην μηδ‘ ευστοχίην εριδαίνειν
μηδέ χορόν φεύγειν ενιαύσιον (ουδέ γάρ `Ιππώ
ακλαυτί περί βωμόν απείπατο κυκλώσασθαι):
χαίρε μέγα, κρείουσα, καί ευάντησον αοιδή.

 

Advertisements